Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

διαβοηθείσης δὲ τῆς Ἀννίβα βοηθείας κατὰ τὴν νῆσον, ἅπαντες προσεδόκων καὶ τὰς δυνάμεις εὐθέως διαβιβασθήσεσθαι. αἱ δὲ πόλεις τὸ μέγεθος τῆς παρασκευῆς ἀκούουσαι, καὶ συλλογιζόμεναι τὸν ἀγῶνα περὶ τῶν ὅλων ἐσόμενον, οὐ μετρίως ἠγωνίων.

οἱ μὲν οὖν Συρακόσιοι πρός τε τοὺς κατʼ Ἰταλίαν Ἕλληνας καὶ πρὸς Λακεδαιμονίους περὶ συμμαχίας διεπέμποντο· ἀπέστελλον δὲ καὶ πρὸς τὰς ἐν Σικελίᾳ πόλεις τοὺς παρορμήσοντας τὰ πλήθη πρὸς τὸν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας κίνδυνον.

Ἀκραγαντῖνοι δέ, ὁμοροῦντες τῇ τῶν Καρχηδονίων ἐπικρατείᾳ, διελάμβανον, ὅπερ ἦν, ἐπʼ αὐτοὺς πρώτους ἥξειν τὸ τοῦ πολέμου βάρος. ἔδοξεν οὖν αὐτοῖς τόν τε σῖτον καὶ τοὺς ἄλλους καρπούς, ἔτι δὲ τὰς κτήσεις ἁπάσας, ἀπὸ τῆς χώρας κατακομίζειν ἐντὸς τῶν τειχῶν.

κατʼ ἐκείνους δὲ τοὺς καιροὺς τήν τε πόλιν καὶ τὴν χώραν τῶν Ἀκραγαντίνων συνέβαινεν εὐδαιμονίας ὑπάρχειν πλήρη· περὶ ἧς οὐκ ἀνάρμοστόν μοι φαίνεται διελθεῖν. καὶ γὰρ ἀμπελῶνες --- τοῖς μεγέθεσι καὶ τῷ κάλλει διαφέροντες, καὶ τὸ πλεῖστον τῆς χώρας ἐλαίαις κατάφυτον, ἐξ ἧς παμπληθῆ κομιζόμενοι καρπὸν ἐπώλουν εἰς Καρχηδόνα·

οὔπω γὰρ κατʼ ἐκείνους τοὺς χρόνους τῆς Λιβύης πεφυτευμένης οἱ τὴν Ἀκραγαντίνην νεμόμενοι τὸν ἐκ τῆς Λιβύης ἀντιφορτιζόμενοι πλοῦτον οὐσίας ἀπίστους τοῖς μεγέθεσιν ἐκέκτηντο. πολλὰ δὲ τοῦ πλούτου παρʼ αὐτοῖς διαμένει σημεῖα, περὶ ὧν οὐκ ἀνοίκειόν ἐστι βραχέα διελθεῖν.