Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τέλος δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς Καρχηδόνα συνήχθησαν αὐτοῖς οἱ πάντες σὺν ἱππεῦσιν οὐ πολλῷ πλείους, ὡς μὲν Τίμαιος, τῶν δώδεκα μυριάδων, ὡς δʼ Ἔφορος, τριάκοντα μυριάδες. Καρχηδόνιοι μὲν οὖν τὰ πρὸς τὴν διάβασιν ἑτοιμάζοντες τάς τε τριήρεις πάσας κατήρτιζον καὶ φορτηγὰ πλοῖς συνήγαγον πλείω τῶν χιλίων·

προαποστειλάντων δʼ αὐτῶν εἰς Σικελίαν τεσσαράκοντα τριήρεις, οἱ Συρακόσιοι κατὰ τάχος ταῖς παραπλησίαις ναυσὶν ἐπεφάνησαν ἐν τοῖς περὶ τὸν Ἔρυκα τόποις. γενομένης δὲ ναυμαχίας ἐπὶ πολὺν χρόνον πεντεκαίδεκα μὲν τῶν Φοινισσῶν νεῶν διεφθάρησαν, αἱ δʼ ἄλλαι νυκτὸς ἐπιγενομένης ἔφυγον εἰς τὸ πέλαγος.

ἀπαγγελθείσης δὲ τῆς ἥττης τοῖς Καρχηδονίοις, Ἀννίβας ὁ στρατηγὸς ἐξέπλευσε μετὰ νεῶν πεντήκοντα· ἔσπευδε γὰρ τοὺς μὲν Συρακοσίους κωλῦσαι χρήσασθαι τῷ προτερήματι, ταῖς δὲ ἰδίαις δυνάμεσιν ἀσφαλῆ παρασκευάσαι τὸν κατάπλουν.

διαβοηθείσης δὲ τῆς Ἀννίβα βοηθείας κατὰ τὴν νῆσον, ἅπαντες προσεδόκων καὶ τὰς δυνάμεις εὐθέως διαβιβασθήσεσθαι. αἱ δὲ πόλεις τὸ μέγεθος τῆς παρασκευῆς ἀκούουσαι, καὶ συλλογιζόμεναι τὸν ἀγῶνα περὶ τῶν ὅλων ἐσόμενον, οὐ μετρίως ἠγωνίων.

οἱ μὲν οὖν Συρακόσιοι πρός τε τοὺς κατʼ Ἰταλίαν Ἕλληνας καὶ πρὸς Λακεδαιμονίους περὶ συμμαχίας διεπέμποντο· ἀπέστελλον δὲ καὶ πρὸς τὰς ἐν Σικελίᾳ πόλεις τοὺς παρορμήσοντας τὰ πλήθη πρὸς τὸν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας κίνδυνον.

Ἀκραγαντῖνοι δέ, ὁμοροῦντες τῇ τῶν Καρχηδονίων ἐπικρατείᾳ, διελάμβανον, ὅπερ ἦν, ἐπʼ αὐτοὺς πρώτους ἥξειν τὸ τοῦ πολέμου βάρος. ἔδοξεν οὖν αὐτοῖς τόν τε σῖτον καὶ τοὺς ἄλλους καρπούς, ἔτι δὲ τὰς κτήσεις ἁπάσας, ἀπὸ τῆς χώρας κατακομίζειν ἐντὸς τῶν τειχῶν.

κατʼ ἐκείνους δὲ τοὺς καιροὺς τήν τε πόλιν καὶ τὴν χώραν τῶν Ἀκραγαντίνων συνέβαινεν εὐδαιμονίας ὑπάρχειν πλήρη· περὶ ἧς οὐκ ἀνάρμοστόν μοι φαίνεται διελθεῖν. καὶ γὰρ ἀμπελῶνες --- τοῖς μεγέθεσι καὶ τῷ κάλλει διαφέροντες, καὶ τὸ πλεῖστον τῆς χώρας ἐλαίαις κατάφυτον, ἐξ ἧς παμπληθῆ κομιζόμενοι καρπὸν ἐπώλουν εἰς Καρχηδόνα·

οὔπω γὰρ κατʼ ἐκείνους τοὺς χρόνους τῆς Λιβύης πεφυτευμένης οἱ τὴν Ἀκραγαντίνην νεμόμενοι τὸν ἐκ τῆς Λιβύης ἀντιφορτιζόμενοι πλοῦτον οὐσίας ἀπίστους τοῖς μεγέθεσιν ἐκέκτηντο. πολλὰ δὲ τοῦ πλούτου παρʼ αὐτοῖς διαμένει σημεῖα, περὶ ὧν οὐκ ἀνοίκειόν ἐστι βραχέα διελθεῖν.