Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δὲ Κόνων δεξιῶς τῷ καιρῷ χρησάμενος εὐθὺς ἐνέκειτο, καὶ τὴν παράταξιν αὐτῶν διεκώλυεν, ἃς μὲν τιτρώσκων, ὧν δὲ τοὺς ταρσοὺς παρασύρων. τῶν μὲν οὖν κατὰ τὸν Κόνωνα ταχθεισῶν οὐδεμία πρὸς φυγὴν ἐπέστρεψεν, ἀλλὰ πρύμναν ἀνακρουόμεναι διεκαρτέρουν, προσδεχόμεναι τὰς ἀφυστερούσας·

οἱ δὲ τὴν εὐώνυμον ἔχοντες τάξιν Ἀθηναῖοι τρεψάμενοι τοὺς καθʼ αὑτοὺς ἐπέκειντο φιλοτιμότερον ἐπὶ πολὺν χρόνον διώκοντες. ἤδη δὲ πασῶν τῶν νεῶν τοῖς Πελοποννησίοις ἠθροισμένων, ὁ μὲν Κόνων εὐλαβηθεὶς τὸ πλῆθος τῶν πολεμίων τοῦ μὲν διώκειν ἀπέστη, μετὰ τεσσαράκοντα δὲ νεῶν ἀπέπλευσεν εἰς Μιτυλήνην.

τοὺς δὲ διώξαντας Ἀθηναίους αἱ τῶν Πελοποννησίων ναῦς ἅπασαι περιχυθεῖσαι κατεπλήξαντο, καὶ τῆς ἐπὶ τὴν πόλιν ἐπανόδου διακλείσασαι φυγεῖν πρὸς τὴν γῆν ἐβιάσαντο. ἐπικειμένων δὲ τῶν Πελοποννησίων πάσαις ταῖς ναυσίν, Ἀθηναῖοι θεωροῦντες μηδεμίαν σωτηρίαν ἄλλην ὑποκειμένην, κατέφυγον πρὸς τὴν γῆν, καὶ καταλιπόντες τὰ σκάφη διεσώθησαν εἰς Μιτυλήνην.

Καλλικρατίδας δὲ τριάκοντα νεῶν κυριεύσας τὸ μὲν ναυτικὸν ἐθεώρει τῶν πολεμίων καταλελυμένον, πεζῇ δὲ τοὺς ἀγῶνας ἤλπιζεν ὑπολείπεσθαι. διόπερ οὗτος μὲν ἐπὶ τὴν πόλιν διέπλει, Κόνων δʼ ἅμα τῷ καταπλεῦσαι προσδεχόμενος τὴν πολιορκίαν, τὰ περὶ τὸν εἴσπλουν τοῦ λιμένος κατεσκεύαζεν· εἰς μὲν γὰρ τὰ βράχη τοῦ λιμένος πλοῖα μικρὰ πληρώσας λίθων κατεπόντισε, πρὸς δὲ τοῖς βάθεσιν ὁλκάδας καθώρμιζεν οὔσας λιθοφόρους.

οἱ μὲν οὖν Ἀθηναῖοι καὶ τῶν Μιτυληναίων ὄχλος πολὺς ἐκ τῶν ἀγρῶν διὰ τὸν πόλεμον συνεληλυθὼς ταχέως κατεσκεύασε τὰ πρὸς τὴν πολιορκίαν. ὁ δὲ Καλλικρατίδας ἐκβιβάσας τοὺς στρατιώτας εἰς τὸν πλησίον τῆς πόλεως αἰγιαλὸν ἐποιήσατο παρεμβολήν, καὶ τρόπαιον ἀπὸ τῆς ναυμαχίας ἔστησεν. τῇ δʼ ὑστεραίᾳ τὰς κρατίστας τῶν νεῶν ἐπιλέξας, καὶ παρακελευσάμενος μὴ ἀπολείπεσθαι τῆς ἰδίας νεώς,ἀνήχθη, σπεύδων εἰς τὸν λιμένα πλεῦσαι καὶ λῦσαι τὸ διάφραγμα τῶν πολεμίων.

ὁ δὲ Κόνων τοὺς μὲν εἰς τὰς τριήρεις ἐνεβίβασε καὶ κατὰ τὸν διέκπλουν ἀντιπρῴρους κατέστησε, τοὺς δʼ ἐπὶ τὰ μεγάλα πλοῖα διέταξε, τινὰς δʼ ἐπὶ τὰς χηλὰς τοῦ λιμένος παρέπεμψεν, ὅπως πανταχόθεν ᾖ πεφραγμένος καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.

αὐτὸς μὲν οὖν ὁ Κόνων τὰς τριήρεις ἔχων ἐναυμάχει, πληρώσας τὸν μεταξὺ τόπον τῶν διαφραγμάτων· οἱ δʼ ἐπὶ τῶν μεγάλων πλοίων ἐφεστῶτες ἐπέρριψαν ταῖς τῶν πολεμίων ναυσὶ τοὺς ἀπὸ τῶν κεραιῶν λίθους· οἱ δʼ ἐπὶ ταῖς χηλαῖς τοῦ λιμένος τεταγμένοι διεκώλυον τοὺς ἀποτολμῶντας εἰς τὴν γῆν ἀποβαίνειν.