Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Κόνων δʼ ὁ τῶν Ἀθηναίων στρατηγὸς εἶχε μὲν ἑβδομήκοντα ναῦς, οὕτως ἐξηρτυμένας τὰ πρὸς ναυμαχίαν ὡς οὐδεὶς ἕτερος τῶν πρότερον στρατηγῶν ἦν κατεσκευακώς. ἔτυχε μὲν οὖν ἁπάσαις ἀνηγμένος ἐπὶ τὴν βοήθειαν τῆς Μηθύμνης·

εὑρὼν δὲ αὐτὴν ἡλωκυῖαν τότε μὲν ηὐλίσθη πρός τινι νήσῳ τῶν Ἑκατὸν καλουμένων, ἅμα δʼ ἡμέρᾳ κατανοήσας τὰς τῶν πολεμίων ναῦς προσπλεούσας, τὸ μὲν αὐτοῦ διαναυμαχεῖν ἔκρινεν ἐπισφαλὲς εἶναι πρὸς διπλασίας τριήρεις, διενοεῖτο δὲ ἔξω πλέων φυγεῖν καὶ προσεπισπασάμενός τινας τῶν πολεμίων τριήρων ναυμαχῆσαι πρὸς τῇ Μιτυλήνῃ· οὕτως γὰρ ὑπελάμβανε νικῶν μὲν ἕξειν ἀναστροφὴν εἰς τὸ διώκειν, ἡττώμενος δʼ εἰς τὸν λιμένα καταφεύξεσθαι.

ἐμβιβάσας οὖν τοὺς στρατιώτας ἔπλει σχολαίως ταῖς εἰρεσίαις χρώμενος, ὅπως αἱ τῶν Πελοποννησίων ἐγγίσωσιν. οἱ δὲ Λακεδαιμόνιοι προσιόντες ἀεὶ μᾶλλον ἤλαυνον τὰς ναῦς, ἐλπίζοντες αἱρήσειν τὰς ἐσχάτας τῶν πολεμίων.

τοῦ δὲ Κόνωνος ὑποχωροῦντος οἱ τὰς ἀρίστας ἔχοντες ναῦς τῶν Πελοποννησίων κατὰ σπουδὴν ἐδίωκον, καὶ τοὺς μὲν ἐρέτας διὰ τὴν συνέχειαν τῆς εἰρεσίας ἐξέλυσαν, αὐτοὶ δὲ πολὺ τῶν ἄλλων ἀπεσπάσθησαν. ἃ δὴ συνιδὼν ὁ Κόνων, ὡς ἤδη τῆς Μιτυλήνης ἤγγιζον, ἦρεν ἀπὸ τῆς ἰδίας νεὼς φοινικίδα· τοῦτο γὰρ σύσσημον ἦν τοῖς τριηράρχοις.

διόπερ αἱ μὲν ναῦς, τῶν πολεμίων ἐξαπτομένων, ἐξαίφνης πρὸς ἕνα καιρὸν ἐπέστρεψαν, καὶ τὸ μὲν πλῆθος ἐπαιάνισεν, οἱ δὲ σαλπικταὶ τὸ πολεμικὸν ἐσήμηναν· οἱ δὲ Πελοποννήσιοι καταπλαγέντες ἐπὶ τῷ γεγονότι ταχέως ἐπεχείρουν ἀντιπαρατάττειν τὰς ναῦς, τοῦ καιροῦ δʼ ἀναστροφὴν οὐ διδόντος οὗτοι μὲν ἐν πολλῷ θορύβῳ καθειστήκεισαν διὰ τὸ τὰς ἀφυστερούσας ναῦς τὴν εἰθισμένην λελοιπέναι τάξιν,