Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ταχὺ δὲ τοῦ πλήθους πιστεύοντος ταῖς διαβολαῖς, ἡ μὲν περὶ Ἀλκιβιάδην ἐθραύετο δόξα διὰ τὸ περὶ τὴν ναυμαχίαν ἐλάττωμα καὶ τὰ περὶ τὴν Κύμην ἡμαρτημένα, ὁ δὲ τῶν Ἀθηναίων δῆμος ὑφορώμενος τὴν τἀνδρὸς τόλμαν δέκα στρατηγοὺς εἵλατο, Κόνωνα, Λυσίαν, Διομέδοντα, Περικλέα, πρὸς δὲ τούτοις Ἐρασινίδην, Ἀριστοκράτην, Ἀρχέστρατον, Πρωτόμαχον, Θρασύβουλον, Ἀριστογένην· ἐκ δὲ τούτων προκρίνας Κόνωνα ταχέως ἐξέπεμψε παρʼ Ἀλκιβιάδου τὸ ναυτικὸν παραληψόμενον.

Ἀλκιβιάδης δὲ τῆς ἀρχῆς ἐκχωρήσας τῷ Κόνωνι καὶ τὰς δυνάμεις παραδούς, τὴν μὲν εἰς Ἀθήνας ἐπάνοδον ἀπέγνω, μετὰ δὲ τριήρους μιᾶς εἰς Πακτύην τῆς Θρᾴκης ἀπεχώρησε· χωρὶς γὰρ τῆς τοῦ πλήθους ὀργῆς καὶ τὰς ἐπενηνεγμένας αὐτῷ δίκας εὐλαβεῖτο.

πολλοὶ γὰρ θεωροῦντες αὐτὸν κακῶς φερόμενον ἐπενηνόχεισαν ἐγκλήματα πολλά· μέγιστον δʼ ἦν τὸ περὶ τῶν ἵππων, τετιμημένον ταλάντων ὀκτώ. Διομήδους γάρ τινος τῶν φίλων συμπέμψαντος αὐτῷ τέθριππον εἰς Ὀλυμπίαν, ὁ Ἀλκιβιάδης κατὰ τὴν ἀπογραφὴν τὴν εἰωθυῖαν γίνεσθαι τοὺς ἵππους ἰδίους ἀπεγράψατο, καὶ νικήσας τὸ τέθριππον τήν τʼ ἐκ τῆς νίκης δόξαν αὐτὸς ἀπηνέγκατο καὶ τοὺς ἵππους οὐκ ἀπέδωκε τῷ πιστεύσαντι.

ταῦτα δὴ πάντα διανοούμενος ἐφοβεῖτο, μήποτε καιρὸν λαβόντες Ἀθηναῖοι τιμωρίαν ἐπιθῶσι περὶ πάντων ὧν εἰς αὐτοὺς ἐξήμαρτεν· αὐτὸς οὖν αὑτοῦ κατέγνω φυγήν.