Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὅμως δὲ τῶν πεφευγότων Ἐμπεδίωνα πρεσβευτὴν ἀποστειλάντων, τούτῳ μὲν ὁ Ἀννίβας τὰς οὐσίας ἀποκατέστησεν· ἀεὶ γὰρ τὰ Καρχηδονίων ἦν πεφρονηκὼς καὶ πρὸ τῆς πολιορκίας τοῖς πολίταις συμβεβουλευκὼς μὴ πολεμεῖν Καρχηδονίους· ἐχαρίσατο δʼ αὐτῷ τοὺς συγγενεῖς τοὺς ὄντας ἐν τοῖς αἰχμαλώτοις, καὶ τοῖς ἐκπεφευγόσι Σελινουντίοις ἔδωκεν ἐξουσίαν τὴν πόλιν οἰκεῖν καὶ τὴν χώραν γεωργεῖν τελοῦντας φόρον τοῖς Καρχηδονίοις.

αὕτη μὲν οὖν ἡ πόλις ἀπὸ τῆς κτίσεως οἰκηθεῖσα χρόνον ἐτῶν διακοσίων τεσσαράκοντα δύο ἑάλω. ὁ δὲ Ἀννίβας περιελὼν τὰ τείχη τῆς Σελινοῦντος ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τὴν Ἱμέραν, ἐπιθυμῶν μάλιστα ταύτην κατασκάψαι τὴν πόλιν.

διὰ ταύτην γὰρ ὁ μὲν πατὴρ αὐτοῦ φυγὰς ἦν, ὁ δὲ προπάτωρ Ἀμίλκας πρὸς ταύτῃ καταστρατηγηθεὶς ὑπὸ Γέλωνος ἀνῃρέθη, καὶ μετʼ αὐτοῦ πεντεκαίδεκα μυριάδες στρατιωτῶν ἀνῃρέθησαν, ἄλλαι δὲ οὐκ ἐλάττους τούτων ᾐχμαλωτίσθησαν.

ὑπὲρ ὧν σπεύδων τιμωρίαν λαβεῖν Ἀννίβας τέτρασι μυριάσιν οὐκ ἄπωθεν τῆς πόλεως ἐπί τινων λόφων κατεστρατοπέδευσε, τῇ δʼ ἄλλῃ δυνάμει πάσῃ περιεστρατοπέδευσε τὴν πόλιν, προσγενομένων ἄλλων παρά τε Σικελῶν καὶ Σικανῶν δισμυρίων στρατιωτῶν.

στήσας δὲ μηχανὰς τὸ τεῖχος κατὰ πλείονας τόπους ἐσάλευε, καὶ πολλῷ πλήθει διαγωνιζόμενος ἐκ διαδοχῆς κατεπόνει τοὺς πολιορκουμένους, ἅτε καὶ τῶν στρατιωτῶν ἐπηρμένων ταῖς εὐτυχίαις.

ὑπώρυττε δὲ καὶ τὰ τείχη, καὶ ξύλοις ὑπήρειδεν, ὧν ἐμπρησθέντων ταχὺ πολὺ μέρος τοῦ τείχους ἔπεσεν. ἔνθα δὴ συνέβαινε καρτερωτάτην μάχην γίνεσθαι, τῶν μὲν βιαζομένων ἐντὸς τοῦ τείχους παρεισπεσεῖν, τῶν δὲ φοβουμένων μὴ ταὐτὰ πάθωσι τοῖς Σελινουντίοις.

διὸ καὶ τὸν ἔσχατον ἀγῶνα τιθεμένων αὐτῶν ὑπὲρ τέκνων καὶ γονέων καὶ τῆς περιμαχήτου πᾶσι πατρίδος, ἐξεώσθησαν οἱ βάρβαροι, καὶ ταχὺ τὸ μέρος τοῦ τείχους ἀνῳκοδόμησαν. παρεγενήθησαν δʼ αὐτοῖς εἰς τὴν βοήθειαν οἵ τʼ ἐξ Ἀκράγαντος Συρακόσιοι καί τινες τῶν ἄλλων συμμάχων, οἱ πάντες εἰς τετρακισχιλίους, ὧν Διοκλῆς ὁ Συρακόσιος εἶχε τὴν ἡγεμονίαν.