Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοιαῦτα δὲ καὶ τούτοις παραπλήσια τοῦ Λάκωνος διαλεχθέντος, οἱ μὲν ἐπιεικέστατοι τῶν Ἀθηναίων ἔρρεπον ταῖς γνώμαις πρὸς τὴν εἰρήνην, οἱ δὲ πολεμοποιεῖν εἰωθότες καὶ τὰς δημοσίας ταραχὰς ἰδίας ποιούμενοι προσόδους ᾑροῦντο τὸν πόλεμον.

συνεπελάβετο δὲ τῆς γνώμης ταύτης καὶ Κλεοφῶν, μέγιστος ὢν τότε δημαγωγός. ὃς παρελθὼν καὶ πολλὰ πρὸς τὴν ὑπόθεσιν οἰκείως διαλεχθεὶς ἐμετεώρισε τὸν δῆμον, τὸ μέγεθος τῶν εὐημερημάτων προφερόμενος, ὥσπερ τῆς τύχης οὐκ ἐναλλὰξ εἰθισμένης βραβεύειν τὰ κατὰ πόλεμον προτερήματα.

Ἀθηναῖοι μὲν οὖν κακῶς βουλευσάμενοι μετενόησαν ὅτε οὐδὲν ὄφελος, καὶ λόγοις πρὸς ἀρέσκειαν εἰρημένοις ἐξαπατηθέντες οὕτως ἔπταισαν τοῖς ὅλοις, ὥστε μηκέτι δύνασθαι πώποτε αὑτοὺς γνησίως ἀναλαβεῖν.

ἀλλὰ ταῦτα μὲν ὕστερον πραχθέντα τεύξεται λόγου κατὰ τοὺς ἰδίους χρόνους· τότε δὲ οἱ Ἀθηναῖοι τοῖς τε εὐημερήμασιν ἐπαρθέντες καὶ πολλὰς καὶ μεγάλας ἐλπίδας ἔχοντες ἐν τῷ τὸν Ἀλκιβιάδην ἀφηγεῖσθαι τῶν ἰδίων δυνάμεων, ταχέως ᾤοντο τὴν ἡγεμονίαν ἀνακτήσασθαι.