Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τούτων δὲ πραττομένων οἱ κατὰ τὴν ἰδίαν ἔχθραν μισοῦντες τὸν Ἀλκιβιάδην ἐν Ἀθήναις, πρόφασιν ἔχοντες τὴν τῶν ἀγαλμάτων περικοπήν, διέβαλον αὐτὸν ἐν ταῖς δημηγορίαις ὡς συνωμοσίαν κατὰ τοῦ δήμου πεποιημένον. συνελάβετο δʼ αὐτῶν ταῖς διαβολαῖς τὸ πραχθὲν παρὰ τοῖς Ἀργείοις· οἱ γὰρ ἰδιόξενοι συνθέμενοι καταλῦσαι τὴν ἐν Ἄργει δημοκρατίαν πάντες ὑπὸ τῶν πολιτῶν ἀνῃρέθησαν.

πιστεύσας οὖν ὁ δῆμος ταῖς κατηγορίαις, καὶ δεινῶς ὑπὸ τῶν δημαγωγῶν παροξυνθείς, ἀπέστειλε τὴν Σαλαμινίαν ναῦν εἰς Σικελίαν, κελεύων τὴν ταχίστην ἥκειν Ἀλκιβιάδην ἐπὶ τὴν κρίσιν. παραγενομένης οὖν τῆς νεὼς εἰς τὴν Κατάνην, Ἀλκιβιάδης, ἀκούσας τῶν πρέσβεων τὰ δόξαντα τῷ δήμῳ,τοὺς συνδιαβεβλημένους ἀναλαβὼν εἰς τὴν ἰδίαν τριήρη μετὰ τῆς Σαλαμινίας ἐξέπλευσεν.

ἐπεὶ δʼ εἰς Θουρίους κατέπλευσεν, εἴτε καὶ συνειδὼς αὑτῷ τὴν ἀσέβειαν ὁ Ἀλκιβιάδης εἴτε καὶ φοβηθεὶς τὸ μέγεθος τοῦ κινδύνου, μετὰ τῶν συνδιαβεβλημένων διαδρὰς ἐκποδὼν ἐχωρίσθη. οἱ δʼ ἐν τῇ Σαλαμινίᾳ νηὶ παραγενόμενοι τὸ μὲν πρῶτον ἐζήτουν τοὺς περὶ τὸν Ἀλκιβιάδην· ὡς δʼ οὐχ εὕρισκον, ἀποπλεύσαντες εἰς Ἀθήνας ἀπήγγειλαν τῷ δήμῳ τὰ πεπραγμένα.

οἱ μὲν οὖν Ἀθηναῖοι παραδόντες δικαστηρίῳ τοῦ τε Ἀλκιβιάδου καὶ τῶν ἄλλων τῶν συμφυγόντων τὰ ὀνόματα δίκην ἐρήμην κατεδίκασαν θανάτου. ὁ δʼ Ἀλκιβιάδης ἐκ τῆς Ἰταλίας διαπλεύσας ἐπὶ Πελοπόννησον ἔφυγεν εἰς Σπάρτην, καὶ τοὺς Λακεδαιμονίους παρώξυνεν ἐπιθέσθαι τοῖς Ἀθηναίοις.