Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὐ μὴν οὐδʼ οἱ τοῖς καταστρώμασιν ἐπιβεβηκότες ἄπρακτον εἶχον τὴν φιλοτιμίαν, ἀλλʼ οἱ μὲν ἐκ πολλοῦ διαστήματος ἐφεστηκότες ἐτόξευον κατὰ τὸ συνεχές, καὶ ταχὺ ὁ τόπος ἦν βελῶν πλήρης· οἱ δʼ ἀεὶ προσιόντες ἐγγυτέρω τὰς λόγχας ἠκόντιζον, οἱ μὲν ἐπὶ τοὺς ἀμυνομένους ἐπιβάτας, οἱ δʼ ἐπʼ αὐτοὺς βαλεῖν φιλοτιμούμενοι τοὺς κυβερνήτας· ὁπότε δὲ συνερείσειαν αἱ ναῦς, τοῖς τε δόρασιν ἠγωνίζοντο καὶ κατὰ τὰς προσαγωγὰς εἰς τὰς τῶν πολεμίων τριήρεις μεθαλλόμενοι τοῖς ξίφεσιν ἀλλήλους ἠμύνοντο.

κατὰ δὲ τὰς γινομένας ἐλαττώσεις τῶν νικώντων ἐπαλαλαζόντων καὶ τῶν ἄλλων μετὰ βοῆς παραβοηθούντων, κραυγὴ σύμμικτος ἐγίνετο παρʼ ὅλον τὸν τῆς ναυμαχίας τόπον. ἐπὶ πολὺν οὖν χρόνον ἰσόρροπος ἦν ἡ μάχη διὰ τὴν ὑπερβολὴν τῆς παρʼ ἀμφοτέροις φιλοτιμίας· μετὰ δὲ ταῦτα Ἀλκιβιάδης ἐκ Σάμου παραδόξως ἐπεφάνη μετὰ νεῶν εἴκοσι, πλέων κατὰ τύχην εἰς Ἑλλήσποντον.

τούτων δὲ πόρρω μὲν οὐσῶν, ἑκάτεροι σφίσι βοήθειαν ἐλπίζοντες παραγενέσθαι, μετέωροι ταῖς ἐλπίσιν ἐγίνοντο καὶ πολὺ προθυμότερον ταῖς τόλμαις διεκινδύνευον· ἐπεὶ δʼ ἤδη σύνεγγυς ἦν ὁ στόλος, καὶ τοῖς μὲν Λακεδαιμονίοις οὐδὲν ἐφαίνετο σύσσημον, τοῖς δʼ Ἀθηναίοις Ἀλκιβιάδης μετέωρον ἐποίησεν ἐπίσημον φοινικοῦν ἀπὸ τῆς ἰδίας νεώς, ὅπερ ἦν σύσσημον αὐτοῖς διατεταγμένον, οἱ μὲν Λακεδαιμόνιοι καταπλαγέντες ἐτράπησαν, οἱ δʼ Ἀθηναῖοι τῷ προτερήματι μετεωρισθέντες μετὰ σπουδῆς ἐπεδίωκον τὰς ὑποφευγούσας.

καὶ δέκα μὲν νεῶν εὐθὺς ἐκυρίευσαν, μετὰ δὲ ταῦτα χειμῶνος ἐπιγενομένου καὶ πνευμάτων μεγάλων πολλὰ περὶ τὸν διωγμὸν αὐτοὺς ἐμποδίζεσθαι συνέβαινε· διὰ γὰρ τὸ μέγεθος τῶν κυμάτων τὰ μὲν σκάφη τοῖς οἴαξιν ἠπείθει, τὰς δʼ ἐμβολὰς ἀπράκτους συνέβαινε γίνεσθαι, τῶν τυπτομένων νεῶν ὑποχωρουσῶν.

τέλος δʼ οἱ μὲν Λακεδαιμόνιοι πρὸς τὴν γῆν κατενεχθέντες ἔφυγον πρὸς τὸ πεζὸν τοῦ Φαρναβάζου στρατόπεδον, οἱ δʼ Ἀθηναῖοι τὸ μὲν πρῶτον ἐπεχείρησαν ἀποσπᾶν τὰς ναῦς ἀπὸ τῆς γῆς καὶ παραβόλως διεκινδύνευον, ὑπὸ δὲ τοῦ Περσικοῦ στρατεύματος ἀνακοπέντες ἀπέπλευσαν εἰς Σηστόν.

ὁ γὰρ Φαρνάβαζος βουλόμενος τοῖς Λακεδαιμονίοις ὑπὲρ ὧν ἐνεκάλουν ἀπολογεῖσθαι, βιαιότερον διηγωνίζετο πρὸς τοὺς Ἀθηναίους· ἅμα δὲ καὶ περὶ τῶν εἰς Φοινίκην ἀποσταλεισῶν νεῶν τριακοσίων ἐδίδαξεν, ὡς τοῦτο ἔπραξε πυνθανόμενος τόν τε τῶν Ἀράβων βασιλέα καὶ τὸν τῶν Αἰγυπτίων ἐπιβουλεύειν τοῖς περὶ Φοινίκην πράγμασιν.