Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

κατὰ δὲ τὴν Ἑλλάδα Δωριεὺς ὁ Ῥόδιος, ναύαρχος ὢν τῶν ἐξ Ἰταλίας τριήρων, ἐπειδὴ κατέστησε τὴν ἐν Ῥόδῳ ταραχήν, ἐξέπλευσεν ἐφʼ Ἑλλήσποντον, σπεύδων συμμῖξαι τῷ Μινδάρῳ· οὗτος γὰρ ἐν Ἀβύδῳ διατρίβων συνῆγε πανταχόθεν τὰς συμμαχούσας ναῦς τοῖς Πελοποννησίοις.

ἤδη δὲ τοῦ Δωριέως ὄντος περὶ τὸ Σίγειον τῆς Τρῳάδος, οἱ περὶ Σηστὸν ὄντες Ἀθηναῖοι πυθόμενοι τὸν παράπλουν ἀνήχθησαν ἐπʼ αὐτοὺς πάσαις ταῖς ναυσίν, οὔσαις ἑβδομήκοντα καὶ τέσσαρσιν.

ὁ δὲ Δωριεὺς μέχρι μέν τινος ἀγνοήσας τὸ γινόμενον ἔπλει μετέωρος· κατανοήσας δὲ τὸ μέγεθος τοῦ στόλου κατεπλάγη, καὶ σωτηρίαν ἄλλην οὐδεμίαν ὁρῶν κατέφυγεν εἰς Δάρδανον.

ἐκβιβάσας δὲ τοὺς στρατιώτας καὶ τοὺς φρουροῦντας τὴν πόλιν προσλαβόμενος, βέλη τε παμπληθῆ ταχέως παρεκόμισε καὶ τῶν στρατιωτῶν οὓς μὲν ἐπὶ τὰς πρῴρας ἐπέστησεν, οὓς δʼ ἐπὶ τῆς γῆς εὐκαίρως ἔταξεν.

οἱ δʼ Ἀθηναῖοι κατὰ πολλὴν σπουδὴν καταπλεύσαντες ἐνεχείρησαν ἀποσπᾶν τὰς ναῦς, καὶ πανταχόθεν τῷ πλήθει περιχυθέντες κατεπόνουν τοὺς ἐναντίους.

ἃ δὴ πυθόμενος Μίνδαρος ὁ τῶν Πελοποννησίων ναύαρχος, εὐθέως ἐξ Ἀβύδου μετὰ παντὸς ἀνήχθη τοῦ στόλου, καὶ κατέπλει πρὸς τὸ Δαρδάνειον μετὰ νεῶν τεσσάρων πρὸς ταῖς ὀγδοήκοντα, βοηθήσων τοῖς μετὰ τοῦ Δωριέως· συμπαρῆν δὲ καὶ τὸ πεζὸν στράτευμα τοῦ Φαρναβάζου, βοηθοῦν τοῖς Λακεδαιμονίοις.

ὡς δʼ ἐγγὺς ἀλλήλων ἐγενήθησαν οἱ στόλοι, διέταξαν ἀμφότεροι τὰς τριήρεις εἰς ναυμαχίαν· καὶ Μίνδαρος μὲν ἔχων ἑπτὰ πρὸς ταῖς ἐνενήκοντα ναυσὶν ἐπὶ μὲν τὸ λαιὸν κέρας ἔταξε Συρακοσίους, τοῦ δεξιοῦ δʼ αὐτὸς εἶχε τὴν ἡγεμονίαν· τῶν δʼ Ἀθηναίων τοῦ μὲν δεξιοῦ μέρους Θρασύβουλος ἡγεῖτο, τοῦ δʼ ἑτέρου Θράσυλλος.

τοῦτον δὲ τὸν τρόπον αὐτῶν ἐξηρτυμένων, οἱ μὲν ἡγεμόνες αὐτῶν ἦραν τὸ σύσσημον τῆς μάχης, οἱ σαλπικταὶ δὲ ἀφʼ ἑνὸς παραγγέλματος ἤρξαντο σημαίνειν τὸ πολεμικόν· καὶ τῶν μὲν ἐρετῶν οὐθὲν ἐλλειπόντων προθυμίας, τῶν δὲ κυβερνητῶν ἐντέχνως τοῖς οἴαξι χρωμένων, καταπληκτικὸν συνέβαινε γίνεσθαι τὸν ἀγῶνα.

ὁπότε γὰρ αἱ τριήρεις εἰς ἐμβολὴν ἐπιφέροιντο, τηνικαῦτα οἱ κυβερνῆται πρὸς αὐτὴν τὴν τοῦ καιροῦ ῥοπὴν ἐπέστρεφον τὰς ναῦς πραγματικῶς, ὥστε τὰς πληγὰς γίνεσθαι κατʼ ἐμβολήν.

οἱ μὲν οὖν ἐπιβάται θεωροῦντες πλαγίας τὰς ἑαυτῶν ναῦς συνεπιφερομένας ταῖς τῶν πολεμίων τριήρεσι, περιδεεῖς ἐγίνοντο, περὶ σφῶν ἀγωνιῶντες· ὁπότε δʼ οἱ κυβερνῆται ταῖς ἐμπειρίαις ἐκκρούσειαν τὰς ἐπιφοράς, πάλιν ἐγίνοντο περιχαρεῖς καὶ μετέωροι ταῖς ἐλπίσιν.