Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ τὴν ἐπάνοδον τῶν πρεσβευτῶν Καρχηδόνιοι μὲν τοῖς Αἰγεσταίοις ἀπέστειλαν Λίβυάς τε πεντακισχιλίους καὶ τῶν Καμπανῶν ὀκτακοσίους.

οὗτοι δʼ ἦσαν ὑπὸ τῶν Χαλκιδέων τοῖς Ἀθηναίοις εἰς τὸν πρὸς Συρακοσίους πόλεμον μεμισθωμένοι, καὶ μετὰ τὴν ἧτταν καταπεπλευκότες οὐκ εἶχον τοὺς μισθοδοτήσοντας· οἱ δὲ Καρχηδόνιοι πᾶσιν ἵππους ἀγοράσαντες καὶ μισθοὺς ἀξιολόγους δόντες εἰς τὴν Αἴγεσταν κατέστησαν.

οἱ δὲ Σελινούντιοι κατʼ ἐκείνους τοὺς χρόνους εὐδαιμονοῦντες, καὶ τῆς πόλεως αὐτοῖς πολυανδρούσης, κατεφρόνουν τῶν Αἰγεσταίων. καὶ τὸ μὲν πρῶτον ἐν τάξει τὴν ὅμορον χώραν ἐπόρθουν, πολὺ προέχοντες ταῖς δυνάμεσι, μετὰ δὲ ταῦτα καταφρονήσαντες κατὰ πᾶσαν τὴν χώραν ἐσκεδάσθησαν.

οἱ δὲ τῶν Αἰγεσταίων στρατηγοὶ παρατηρήσαντες αὐτοὺς ἐπέθεντο μετὰ τῶν Καρχηδονίων καὶ τῶν Καμπανῶν. ἀπροσδοκήτου δὲ τῆς ἐφόδου γενομένης ῥᾳδίως ἐτρέψαντο τοὺς Σελινουντίους, καὶ τῶν μὲν στρατιωτῶν ἀνεῖλον περὶ χιλίους, τῆς δὲ λείας πάσης ἐκυρίευσαν. μετὰ δὲ τὴν μάχην εὐθέως ἀπέστειλαν πρέσβεις, οἱ μὲν Σελινούντιοι πρὸς Συρακοσίους, οἱ δʼ Αἰγεσταῖοι πρὸς Καρχηδονίους, περὶ βοηθείας.

ἑκατέρων δʼ ἐπαγγειλαμένων συμμαχήσειν, ὁ μὲν Καρχηδονιακὸς πόλεμος ταύτην ἔλαβεν ἀρχήν· οἱ δὲ Καρχηδόνιοι προορώμενοι τὸ μέγεθος τοῦ πολέμου, τὴν ἐπιτροπὴν ἔδωκαν Ἀννίβᾳ τῷ στρατηγῷ περὶ τοῦ μεγέθους τῆς δυνάμεως, καὶ πάντα προθύμως ὑπηρέτουν.

ὁ δὲ Ἀννίβας τό τε θέρος ἐκεῖνο καὶ τὸν συνάπτοντα χειμῶνα πολλοὺς μὲν ἐξ Ἰβηρίας ἐξενολόγησεν, οὐκ ὀλίγους δὲ καὶ τῶν πολιτῶν κατέγραφεν· ἐπῄει δὲ καὶ τὴν Λιβύην ἐπιλεγόμενος ἐξ ἁπάσης πόλεως τοὺς κρατίστους, καὶ ναῦς παρεσκευάζετο, διανοούμενος τῆς ἐαρινῆς ὥρας ἐνισταμένης διαβιβάζειν τὰς δυνάμεις. τὰ μὲν οὖν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.