Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῶν δὲ στρατιωτῶν ἀσμένως τοὺς λόγους προσδεξαμένων, καὶ περὶ τούτων διαπεμψαμένων εἰς Ἀθήνας, ἔδοξε τῷ δήμῳ τὸν ἄνδρα τῶν ἐγκλημάτων ἀπολῦσαι καὶ μεταδοῦναι τῆς στρατηγίας· θεωροῦντες γὰρ αὐτοῦ τὸ πρακτικὸν τῆς τόλμης καὶ τὴν παρὰ τοῖς Ἕλλησι δόξαν, ὑπελάμβανον, ὅπερ ἦν εἰκός, οὐ μικρὰν ῥοπὴν ἔσεσθαι τοῖς σφετέροις πράγμασι τούτου προσγενομένου.

καὶ γὰρ ὁ τῆς πολιτείας ἀφηγούμενος τότε Θηραμένης, ἀνὴρ εἰ καί τις ἄλλος εἶναι δόξας συνετός, τῷ δήμῳ συνεβούλευσε κατάγειν τὸν Ἀλκιβιάδην. τούτων δʼ ἀπαγγελθέντων εἰς Σάμον, Ἀλκιβιάδης πρὸς αἷς εἶχεν ἰδίαις ναυσὶ τρισκαίδεκα ἐννέα προσέλαβε, καὶ μετὰ τούτων ἐκπλεύσας εἰς Ἁλικαρνασσὸν παρὰ τῆς πόλεως εἰσεπράξατο χρήματα.

μετὰ δὲ ταῦτα τὴν Μεροπίδα πορθήσας μετὰ πολλῆς λείας ἀνέπλευσεν εἰς Σάμον. πολλῶν δὲ συναχθέντων λαφύρων, τοῖς τʼ ἐν Σάμῳ στρατιώταις καὶ τοῖς μεθʼ ἑαυτοῦ διελόμενος τὰς ὠφελείας ταχὺ τοὺς εὖ παθόντας εὔνους ἑαυτῷ κατεσκεύασεν.

περὶ δὲ τὸν αὐτὸν χρόνον Ἀντάνδριοι, φρουρὰν ἔχοντες, μετεπέμψαντο παρὰ Λακεδαιμονίων στρατιώτας, μεθʼ ὧν ἐκβαλόντες τὴν φυλακὴν ἐλευθέραν ᾤκουν τὴν πατρίδα· οἱ γὰρ Λακεδαιμόνιοι περὶ τῆς εἰς Φοινίκην ἀποστολῆς τῶν τριακοσίων νεῶν ἐγκαλοῦντες τῷ Φαρναβάζῳ τοῖς Ἄντανδρον οἰκοῦσι συνεμάχησαν.

τῶν δὲ συγγραφέων Θουκυδίδης μὲν τὴν ἱστορίαν κατέστροφε, περιλαβὼν χρόνον ἐτῶν εἴκοσι καὶ δυοῖν ἐν βύβλοις ὀκτώ· τινὲς δὲ διαιροῦσιν εἰς ἐννέα· Ξενοφῶν δὲ καὶ Θεόπομπος ἀφʼ ὧν ἀπέλιπε Θουκυδίδης τὴν ἀρχὴν πεποίηνται, καὶ Ξενοφῶν μὲν περιέλαβε χρόνον ἐτῶν τεσσαράκοντα καὶ ὀκτώ, Θεόπομπος δὲ τὰς Ἑλληνικὰς πράξεις διελθὼν ἐπʼ ἔτη ἑπτακαίδεκα καταλήγει τὴν ἱστορίαν εἰς τὴν περὶ Κνίδον ναυμαχίαν ἐν βύβλοις δώδεκα.

τὰ μὲν οὖν κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν. Ῥωμαῖοι δὲ πρὸς Αἴκους διαπολεμοῦντες ἐνέβαλον αὐτῶν εἰς τὴν χώραν μετὰ πολλῆς δυνάμεως· περιστρατοπεδεύσαντες δὲ πόλιν Βώλας ὀνομαζομένην ἐξεπολιόρκησαν.