Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἀπὸ τῆς ἥττης φυγὼν εἰς Ἄβυδον τάς τε πεπονηκυίας ναῦς ἐπεσκεύασε καὶ πρὸς τὰς ἐν Εὐβοίᾳ τριήρεις ἀπέστειλεν Ἐπικλέα τὸν Σπαρτιάτην, προστάξας ἄγειν τὴν ταχίστην.

ὃς ἐπεὶ κατέπλευσεν εἰς Εὔβοιαν, ἀθροίσας τὰς ναῦς οὔσας πεντήκοντα κατὰ σπουδὴν ἀνήχθη· καὶ κατὰ τὸν Ἄθω γενομένων τῶν τριήρων ἐπεγενήθη χειμὼν τηλικοῦτος ὥστε τὰς μὲν ναῦς ἁπάσας ἀπολέσθαι, τῶν δὲ ἀνδρῶν δώδεκα μόνον διασωθῆναι.

δηλοῖ δὲ τὰ περὶ τούτων ἀνάθημα κείμενον ἐν τῷ περὶ Κορώνειαν νεῷ, καθάπερ φησὶν Ἔφορος, τὴν ἐπιγραφὴν ἔχον ταύτην·

  1. οἵδʼ ἀπὸ πεντήκοντα νεῶν θάνατον προφυγόντες
  2. πρὸς σκοπέλοισιν Ἄθω σώματα γῇ πέλασαν
  3. δώδεκα, τοὺς δʼ ἄλλους ὄλεσεν μέγα λαῖτμα θαλάσσης,
  4. νῆάς τε στυγεροῖς πνεύμασι χρησαμένας.

περὶ δὲ τὸν αὐτὸν καιρὸν Ἀλκιβιάδης ἔχων τρισκαίδεκα τριήρεις κατέπλευσε πρὸς τοὺς ἐν Σάμῳ διατρίβοντας, οἳ πάλαι προακηκοότες ἦσαν, ὅτι πεπεικὼς εἴη τὸν Φαρνάβαζον μηκέτι ταῖς τριακοσίαις ναυσὶ βοηθεῖν τοῖς Λακεδαιμονίοις.

φιλοφρόνως δʼ αὐτὸν ἀποδεξαμένων τῶν ἐν τῇ Σάμῳ, διελέγετο πρὸς αὐτοὺς περὶ τῆς καθόδου, πολλὰ κατεπαγγελλόμενος χρήσιμος ἔσεσθαι τῇ πατρίδι, ὁμοίως καὶ τὰ καθʼ ἑαυτὸν ἀπολογησάμενος, καὶ πολλὰ τὴν ἑαυτοῦ δακρύσας τύχην, ὅτι τὴν ἰδίαν ἀρετὴν ὑπὸ τῶν ἐχθρῶν ἠνάγκασται κατὰ τῆς πατρίδος ἐνδείξασθαι.