Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοιαῦτα διαλεχθέντος τοῦ Λάκωνος μετέπεσε τὸ πλῆθος καὶ τὴν Διοκλέους γνώμην ἐκύρωσεν. διόπερ οἱ μὲν στρατηγοὶ παραχρῆμα ἀνῃρέθησαν καὶ οἱ σύμμαχοι, οἱ δʼ Ἀθηναῖοι παρεδόθησαν εἰς τὰς λατομίας, ὧν ὕστερον οἱ μὲν ἐπὶ πλεῖον παιδείας μετεσχηκότες ὑπὸ τῶν νεωτέρων ἐξαρπαγέντες διεσώθησαν, οἱ δὲ λοιποὶ σχεδὸν ἅπαντες ἐν τῷ δεσμωτηρίῳ κακούμενοι τὸν βίον οἰκτρῶς κατέστρεψαν.

μετὰ δὲ τὴν κατάλυσιν τοῦ πολέμου Διοκλῆς τοὺς νόμους ἀνέγραψε τοῖς Συρακοσίοις, καὶ συνέβη παράδοξον περὶ τὸν ἄνδρα τοῦτον γενέσθαι περιπέτειαν. ἀπαραίτητος γὰρ ἐν τοῖς ἐπιτιμίοις γενόμενος καὶ σκληρῶς κολάζων τοὺς ἐξαμαρτάνοντας, ἔγραψεν ἐν τοῖς νόμοις, ἐάν τις ὅπλον ἔχων εἰς τὴν ἀγορὰν παραγένηται, θάνατον εἶναι πρόστιμον, οὔτε ἀγνοίᾳ δοὺς οὔτε ἄλλῃ τινὶ περιστάσει συγγνώμην.

προσαγγελθέντων δὲ πολεμίων ἐπὶ τῆς χώρας ἐξεπορεύετο ξίφος ἔχων· αἰφνιδίου δὲ στάσεως καὶ ταραχῆς κατὰ τὴν ἀγορὰν γενομένης, ἀγνοήσας μετὰ τοῦ ξίφους παρῆν εἰς τὴν ἀγοράν. τῶν δὲ ἰδιωτῶν τινος κατανοήσαντος καὶ εἰπόντος, ὅτι τοὺς ἰδίους αὐτὸς καταλύει νόμους, ἀνεβόησε, Μὰ Δία οὐ μὲν οὖν, ἀλλὰ καὶ κυρίους ποιήσω. καὶ σπασάμενος τὸ ξίφος ἑαυτὸν ἀπέκτεινεν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.