Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τί γὰρ τῶν αἰσχίστων οὐκ ἐβουλεύσαντο, τί δὲ τῶν δεινοτάτων οὐκ ἔπραξαν; πλεονεξίας ἴδιόν ἐστι τὸ ταῖς ἰδίαις εὐτυχίαις οὐκ ἀρκούμενον τῶν πόρρω κειμένων καὶ μηδὲν προσηκόντων ἐπιθυμεῖν· οὗτοι ταῦτʼ ἔπραξαν. εὐδαιμονέστατοι γὰρ ὄντες τῶν Ἑλλήνων, τὴν εὐτυχίαν ὥσπερ βαρὺ φορτίον οὐ φέροντες, τὴν πελάγει τηλικούτῳ διειργομένην Σικελίαν ἐπεθύμησαν κατακληρουχῆσαι, τοὺς ἐνοικοῦντας ἐξανδραποδισάμενοι.

δεινόν ἐστι μὴ προαδικηθέντας πόλεμον ἐπιφέρειν· καὶ τοῦτʼ ἐνήργησαν. φίλοι γὰρ ὄντες τὸν ἔμπροσθεν χρόνον, ἐξαίφνης ἀνελπίστως τηλικαύτῃ δυνάμει Συρακοσίους ἐπολιόρκησαν.

ὑπερηφάνων ἐστὶ τὸ τῶν μήπω κρατηθέντων προλαμβάνοντας τὴν τύχην καταψηφίζεσθαι τιμωρίαν· οὐδὲ τοῦτο παραλελοίπασι. πρὸ τοῦ γὰρ ἐπιβῆναι τῆς Σικελίας γνώμην ἐκύρωσαν Συρακοσίους μὲν καὶ Σελινουντίους ἐξανδραποδίσασθαι, τοὺς δὲ λοιποὺς διδόναι φόρους ἀναγκάζειν. ὅταν οὖν περὶ τοὺς αὐτοὺς ἀνθρώπους ὑπάρχῃ πλεονεξία, ἐπιβουλή, ὑπερηφανία, τίς ἂν νοῦν ἔχων αὐτοὺς ἐλεήσειεν;

ἐπεί τοί γε Ἀθηναῖοι πῶς ἐχρήσαντο Μιτυληναίοις; κρατήσαντες γὰρ αὐτῶν, ἀδικῆσαι μὲν οὐδὲν βουλομένων, ἐπιθυμούντων δὲ τῆς ἐλευθερίας, ἐψηφίσαντο τοὺς ἐν τῇ πόλει κατασφάξαι.

ὠμόν τε καὶ βάρβαρον τὸ πεπραγμένον. καὶ ταῦτα ἐξήμαρτον εἰς Ἕλληνας, εἰς συμμάχους, εἰς εὐεργέτας πολλάκις γεγενημένους. μὴ δὴ νῦν ἀγανακτούντων, εἰ τοιαῦτα πρὸς τοὺς ἄλλους πράξαντες αὐτοὶ παραπλησίας τεύξονται τιμωρίας· δικαιότατον γάρ ἐστιν, ὃν καθʼ ἑτέρων νόμον τις ἔθηκε, τούτῳ χρώμενον μὴ ἀγανακτεῖν.

καὶ τί λέγω Μηλίους, οὓς ἐκπολιορκήσαντες ἡβηδὸν ἀπέκτειναν, καὶ Σκιωναίους, οἳ συγγενεῖς ὄντες τῆς αὐτῆς Μηλίοις τύχης ἐκοινώνησαν; ὥστε δύο δήμους πρὸς Ἀττικὴν ὀργὴν ἐπταικότας οὐδὲ τοὺς κηδεύσοντας ἔχειν τὰ τῶν τετελευτηκότων σώματα.

οὐ Σκύθαι τοῦτʼ ἔπραξαν, ἀλλʼ ὁ προσποιούμενος φιλανθρωπίᾳ διαφέρειν δῆμος ψηφίσμασι τὰς πόλεις ἄρδην ἀνῄρηκεν. ἤδη λογίζεσθε, τί ἂν ἔπραξαν, εἰ τὴν τῶν Συρακοσίων πόλιν ἐξεπόρθησαν· οἱ γὰρ τοῖς οἰκείοις οὕτως ὠμῶς χρησάμενοι τοῖς μηδὲν προσήκουσι βαρυτέραν ἂν ἐξεῦρον τιμωρίαν.