Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπὶ πολὺν δὲ χρόνον πολλῶν ἀπολλυμένων ἡ μάχη τέλος οὐκ ἐλάμβανεν· οὐδὲ γὰρ οἱ θλιβόμενοι πρὸς τὴν γῆν φεύγειν ἐτόλμων. οἱ μὲν γὰρ Ἀθηναῖοι τοὺς ἀφισταμένους τῆς μάχης καὶ τῇ γῇ προσπλέοντας ἠρώτων, εἰ διὰ τῆς γῆς εἰς Ἀθήνας πλεῦσαι νομίζουσιν, οἱ δὲ πεζοὶ τῶν Συρακοσίων τοὺς προσπλέοντας ἀνέκρινον, διὰ τί βουλομένων αὐτῶν εἰς τὰς τριήρεις ἐμβαίνειν κωλύσαντες αὐτοὺς μάχεσθαι νῦν προδιδόασι τὴν πατρίδα, καὶ εἰ διὰ τοῦτο ἔφραξαν τὸ στόμα τοῦ λιμένος, ὅπως κωλύσαντες τοὺς πολεμίους αὐτοὶ φεύγωσιν ἐπὶ τὸν αἰγιαλόν, καὶ τοῦ τελευτᾶν ὀφειλομένου πᾶσιν ἀνθρώποις ποῖον ζητοῦσι καλλίω θάνατον ἢ τὸν ὑπὲρ τῆς πατρίδος, ἣν ἔχοντες μάρτυρα τῶν ἀγώνων αἰσχρῶς ἐγκαταλείπουσιν.

τοιαῦτα δὲ τῶν ἀπὸ τῆς γῆς στρατιωτῶν ὀνειδιζόντων τοῖς προσπλέουσιν, οἱ πρὸς τοὺς αἰγιαλοὺς ἀποφεύγοντες πάλιν ἀνέστρεφον, καίπερ συντετριμμένας ἔχοντες τὰς ναῦς καὶ ὑπὸ τῶν τραυμάτων καταβαρούμενοι.

τῶν δὲ παρὰ τὴν πόλιν κινδυνευόντων Ἀθηναίων ἐκβιασθέντων καὶ πρὸς φυγὴν ὁρμησάντων, οἱ προσεχεῖς ἀεὶ τῶν Ἀθηναίων ἐνέκλινον, καὶ κατʼ ὀλίγον ἅπαντες ἐτράπησαν.

οἱ μὲν οὖν Συρακόσιοι μετὰ πολλῆς κραυγῆς κατεδίωκον τὰς ναῦς ἐπὶ τὴν γῆν· τῶν δὲ Ἀθηναίων ὅσοι μὴ μετέωροι διεφθάρησαν, ἐπεὶ πρὸς τὰ βράχη προσηνέχθησαν, ἐκπηδῶντες ἐκ τῶν νεῶν εἰς τὸ πεζὸν στρατόπεδον ἔφευγον.

ὁ δὲ λιμὴν πλήρης ἦν ὅπλων τε καὶ ναυαγίων, ὡς ἂν Ἀττικῶν μὲν νεῶν ἀπολομένων ἑξήκοντα, παρὰ δὲ τῶν Συρακοσίων ὀκτὼ μὲν τελέως διεφθαρμένων, ἑκκαίδεκα δὲ συντετριμμένων. οἱ δὲ Συρακόσιοι τῶν τε τριήρων ὅσας δυνατὸν ἦν εἷλκον ἐπὶ τὴν γῆν, καὶ τοὺς τετελευτηκότας πολίτας τε καὶ συμμάχους ἀνελόμενοι δημοσίας ταφῆς ἠξίωσαν.