Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Συρακόσιοι παρά τινων αὐτομόλων πυθόμενοι τὴν αἰτίαν τοῦ ὑπερτεθεῖσθαι τὸν ἀπόπλουν, τάς τε τριήρεις πάσας ἐπλήρωσαν, οὔσας ἑβδομήκοντα καὶ τέσσαρας, καὶ τὰς πεζὰς δυνάμεις ἐξαγαγόντες προσέβαλον τοῖς πολεμίοις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.

οἱ δʼ Ἀθηναῖοι τριήρεις πληρώσαντες ἓξ πρὸς ταῖς ὀγδοήκοντα, τὸ μὲν δεξιὸν κέρας παρέδωκαν Εὐρυμέδοντι τῷ στρατηγῷ, καθʼ ὃ ἐτάχθη ὁ τῶν Συρακοσίων στρατηγὸς Ἀγάθαρχος· ἐπὶ δὲ θατέρου μέρους Εὐθύδημος ἐτέτακτο, καθʼ ὃν ἀντετάξατο Σικανὸς τῶν Συρακοσίων ἡγούμενος· τῆς δὲ μέσης τάξεως εἶχε τὴν ἡγεμονίαν παρὰ μὲν τοῖς Ἀθηναίοις Μένανδρος, παρὰ δὲ τοῖς Συρακοσίοις Πύθης ὁ Κορίνθιος.

ὑπερτεινούσης δὲ τῆς τῶν Ἀθηναίων φάλαγγος διὰ τὸ πλείοσιν αὐτοὺς ἀγωνίζεσθαι τριήρεσιν, οὐχ ἥκιστα καθʼ ὃ πλεονεκτεῖν ἐδόκουν κατὰ τοῦτο ἠλαττώθησαν. ὁ γὰρ Εὐρυμέδων ἐπιχειρήσας περιπλεῖν τὸ κέρας τῶν ἐναντίων, ὡς ἀπεσπάσθη τῆς τάξεως, ἐπιστρεψάντων ἐπʼ αὐτὸν τῶν Συρακοσίων ἀπελήφθη πρὸς τὸν κόλπον τὸν Δάσκωνα μὲν καλούμενον, ὑπὸ δὲ τῶν Συρακοσίων κατεχόμενον.

κατακλεισθεὶς δʼ εἰς στενὸν τόπον καὶ βιασθεὶς εἰς τὴν γῆν ἐκπεσεῖν, αὐτὸς μὲν ὑπό τινος τρωθεὶς καιρίᾳ πληγῇ τὸν βίον μετήλλαξεν, ἑπτὰ δὲ ναῦς ἐν τούτῳ τῷ τόπῳ διεφθάρησαν.

τῆς δὲ ναυμαχίας ἤδη γινομένης ὅλοις τοῖς στόλοις, ὡς διεδόθη λόγος τόν τε στρατηγὸν ἀνῃρῆσθαι καί τινας ναῦς ἀπολωλέναι, τὸ μὲν πρῶτον αἱ μάλιστα συνεγγίζουσαι ταῖς διεφθαρμέναις ναυσὶν ἐνέκλιναν, μετὰ δὲ ταῦτα τῶν Συρακοσίων ἐπικειμένων καὶ διὰ τὸ γεγονὸς εὐημέρημα θρασέως ἀγωνιζομένων, βιασθέντες οἱ Ἀθηναῖοι πάντες φυγεῖν ἠναγκάσθησαν.

γενομένου δὲ τοῦ διωγμοῦ πρὸς τὸ τεναγῶδες μέρος τοῦ λιμένος, οὐκ ὀλίγαι τῶν τριήρων ἐν τοῖς βράχεσιν ἐπώκειλαν. ὧν συμβαινόντων Σικανὸς ὁ τῶν Συρακοσίων στρατηγὸς ταχέως ὁλκάδα κληματίδων καὶ δᾴδων, ἔτι δὲ πίττης πληρώσας, ἐνέπρησε τὰς ἐν τοῖς βράχεσι ναῦς κυλινδουμένας.

ὧν ἀναφθεισῶν οἱ μὲν Ἀθηναῖοι ταχέως τήν τε φλόγα κατέσβεσαν καὶ ἀπὸ τῶν νεῶν ἐρρωμένως ἠμύναντο τοὺς ἐπιφερομένους, ἄλλην οὐδεμίαν εὑρίσκοντες σωτηρίαν· τὰ δὲ πεζὰ στρατόπεδα παρεβοήθει παρὰ τὸν αἰγιαλόν, ἐφʼ ὃν αἱ ναῦς ἐξεπεπτώκεισαν.

ἁπάντων δὲ καρτερῶς ὑπομενόντων τὸν κίνδυνον, ἐπὶ μὲν τῆς γῆς ἐτράπησαν οἱ Συρακόσιοι, κατὰ θάλατταν δὲ προτερήσαντες ἀπέπλευσαν εἰς τὴν πόλιν. ἀπώλοντο δὲ τῶν μὲν Συρακοσίων ὀλίγοι, τῶν δʼ Ἀθηναίων ἄνδρες μὲν οὐκ ἐλάττους δισχιλίων, τριήρεις δʼ ὀκτωκαίδεκα.