Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Διονύσιος δὲ διανύσας σταδίους περὶ τετρακοσίους παρῆν περὶ μέσας νύκτας πρὸς τὴν πύλην τῆς Ἀχραδινῆς μεθʼ ἱππέων ἑκατὸν καὶ πεζῶν ἑξακοσίων· ἣν καταλαβὼν κεκλεισμένην, προσέθηκεν αὐτῇ τὸν κατακεκομισμένον ἐκ τῶν ἑλῶν κάλαμον, ᾧ χρῆσθαι νομίζουσιν οἱ Συρακόσιοι πρὸς τὴν τῆς κονίας σύνδεσιν. ἐν ὅσῳ δὲ συνέβαινε τὰς πύλας κατακαίεσθαι, προσανελάμβανε τοὺς ἀφυστεροῦντας.

ἐπειδὴ δὲ τὸ πῦρ κατέφθειρε τὰς πύλας, οὗτος μὲν μετὰ τῶν ἠκολουθηκότων εἰσήλαυνε διὰ τῆς Ἀχραδινῆς, τῶν δʼ ἱππέων οἱ δυνατώτατοι τὸ γεγονὸς ἀκούσαντες, τὸ μὲν πλῆθος οὐκ ἀνέμενον, εὐθὺς δʼ ἐξεβοήθουν ὄντες ὀλίγοι παντελῶς—ἦσαν δὲ περὶ τὴν ἀγοράν—καὶ κυκλωθέντες ὑπὸ τῶν μισθοφόρων ἅπαντες κατηκοντίσθησαν.

ὁ δὲ Διονύσιος ἐπελθὼν τὴν πόλιν τούς τε σποράδην ἐκβοηθοῦντας ἀνεῖλε, καὶ τῶν ἀλλοτρίως διακειμένων ἐπῄει τὰς οἰκίας, ὧν τοὺς μὲν ἀπέκτεινε, τοὺς δʼ ἐκ τῆς πόλεως ἐξέβαλε. τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων ἐκπεσὸν ἐκ τῆς πόλεως κατελάβετο τὴν νῦν καλουμένην Αἴτνην.

ἅμα δʼ ἡμέρᾳ τὸ μὲν πλῆθος τῶν μισθοφόρων καὶ τὸ στράτευμα τῶν Σικελιωτῶν κατήντησεν εἰς τὰς Συρακούσας, Γελῷοι δὲ καὶ Καμαριναῖοι τῷ Διονυσίῳ διαφόρως ἔχοντες εἰς Λεοντίνους ἀπηλλάγησαν.