Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Λύσανδρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἐκ Πελοποννήσου παρὰ τῶν ἐγγὺς συμμάχων τριάκοντα πέντε ναῦς ἀθροίσας κατέπλευσεν εἰς Ἔφεσον. μεταπεμψάμενος δὲ καὶ τὸν ἐκ Χίου στόλον --- ἐξήρτυεν· ἀνέβη δὲ καὶ πρὸς Κῦρον τὸν Δαρείου τοῦ βασιλέως υἱόν, καὶ χρήματα πολλὰ παρέλαβε πρὸς τὰς τῶν στρατιωτῶν διατροφάς.

ὁ δὲ Κῦρος, μεταπεμπομένου τοῦ πατρὸς αὐτὸν εἰς Πέρσας, τῷ Λυσάνδρῳ τῶν ὑφʼ αὑτὸν πόλεων τὴν ἐπιστασίαν παρέδωκε καὶ τοὺς φόρους τούτῳ τελεῖν συνέταξεν. ὁ δὲ Λύσανδρος πάντων τῶν εἰς πόλεμον εὐπορήσας εἰς Ἔφεσον ἀνέστρεψεν.

καθʼ ὃν δὴ χρόνον ἐν τῇ Μιλήτῳ τινὲς ὀλιγαρχίας ὀρεγόμενοι κατέλυσαν τὸν δῆμον, συμπραξάντων αὐτοῖς Λακεδαιμονίων. καὶ τὸ μὲν πρῶτον Διονυσίων ὄντων ἐν ταῖς οἰκίαις τοὺς μάλιστα ἀντιπράττοντας συνήρπασαν καὶ περὶ τεσσαράκοντα ὄντας ἀπέσφαξαν, μετὰ δέ, τῆς ἀγορᾶς πληθούσης,τριακοσίους ἐπιλέξαντες τοὺς εὐπορωτάτους ἀνεῖλον.

οἱ δὲ χαριέστατοι τῶν τὰ τοῦ δήμου φρονούντων, ὄντες οὐκ ἐλάττους χιλίων, φοβηθέντες τὴν περίστασιν ἔφυγον πρὸς Φαρνάβαζον τὸν σατράπην· οὗτος δὲ φιλοφρόνως αὐτοὺς δεξάμενος, καὶ στατῆρα χρυσοῦν ἑκάστῳ δωρησάμενος, κατῴκισεν εἰς Βλαῦδα, φρούριόν τι τῆς Λυδίας.

Λύσανδρος δὲ μετὰ τῶν πλείστων νεῶν ἐπὶ Ἴασον τῆς Καρίας πλεύσας, κατὰ κράτος αὐτὴν εἷλεν Ἀθηναίοις συμμαχοῦσαν, καὶ τοὺς μὲν ἡβῶντας ὀκτακοσίους ὄντας ἀπέσφαξε, παῖδας δὲ καὶ γυναῖκας λαφυροπωλήσας κατέσκαψε τὴν πόλιν.

μετὰ δὲ ταῦτʼ ἐπὶ τὴν Ἀττικὴν καὶ πολλοὺς τόπους πλεύσας μέγα μὲν οὐδὲν οὐδʼ ἄξιον μνήμης ἔπραξε· διὸ καὶ ταῦτα μὲν οὐκ ἀναγράφειν ἐσπουδάσαμεν· τὸ δὲ τελευταῖον Λάμψακον ἑλὼν τὴν μὲν Ἀθηναίων φρουρὰν ἀφῆκεν ὑπόσπονδον, τὰς δὲ κτήσεις ἁρπάσας τοῖς Λαμψακηνοῖς ἀπέδωκε τὴν πόλιν.

οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ πυθόμενοι τοὺς Λακεδαιμονίους πάσῃ τῇ δυνάμει πολιορκεῖν Λάμψακον, συνήγαγόν τε πανταχόθεν τριήρεις καὶ κατὰ σπουδὴν ἀνήχθησαν ἐπʼ αὐτοὺς ναυσὶν ἑκατὸν ὀγδοήκοντα.

εὑρόντες δὲ τὴν πόλιν ἡλωκυῖαν, τότε μὲν ἐν Αἰγὸς ποταμοῖς καθώρμισαν τὰς ναῦς, μετὰ δὲ ταῦτʼ ἐπιπλέοντες τοῖς πολεμίοις καθʼ ἡμέραν εἰς ναυμαχίαν προεκαλοῦντο. οὐκ ἀνταναγομένων δὲ τῶν Πελοποννησίων, οἱ μὲν Ἀθηναῖοι διηπόρουν ὅ,τι χρήσωνται τοῖς πράγμασιν, οὐ δυνάμενοι τὸν πλείω χρόνον ἐκεῖ διατρέφειν τὰς δυνάμεις.

Ἀλκιβιάδου δὲ πρὸς αὐτοὺς ἐλθόντος καὶ λέγοντος, ὅτι Μήδοκος καὶ Σεύθης οἱ τῶν Θρᾳκῶν βασιλεῖς εἰσιν αὐτῷ φίλοι, καὶ δύναμιν πολλὴν ὡμολόγησαν δώσειν, ἐὰν βούληται διαπολεμεῖν τοῖς Λακεδαιμονίοις· διόπερ αὐτοὺς ἠξίου μεταδοῦναι τῆς ἡγεμονίας, ἐπαγγελλόμενος αὐτοῖς δυεῖν θάτερον, ἢ ναυμαχεῖν τοὺς πολεμίους ἀναγκάσειν ἢ πεζῇ μετὰ Θρᾳκῶν πρὸς αὐτοὺς διαγωνιεῖσθαι.

ταῦτα δὲ ὁ Ἀλκιβιάδης ἔπραττεν ἐπιθυμῶν διʼ ἑαυτοῦ τῇ πατρίδι μέγα τι κατεργάσασθαι καὶ διὰ τῶν εὐεργεσιῶν τὸν δῆμον ἀποκαταστῆσαι εἰς τὴν ἀρχαίαν εὔνοιαν. οἱ δὲ τῶν Ἀθηναίων στρατηγοί, νομίσαντες τῶν μὲν ἐλαττωμάτων ἑαυτοῖς τὴν μέμψιν ἀκολουθήσειν, τὰ δʼ ἐπιτεύγματα προσάψειν ἅπαντας Ἀλκιβιάδῃ, ταχέως αὐτὸν ἐκέλευσαν ἀπιέναι καὶ μηκέτι προσεγγίζειν τῷ στρατοπέδῳ.