Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Ἀθηναῖοι δὲ πυθόμενοι τὴν ἐν ταῖς Ἀργινούσαις εὐημερίαν ἐπὶ μὲν τῇ νίκῃ τοὺς στρατηγοὺς ἐπῄνουν, ἐπὶ δὲ τῷ περιιδεῖν ἀτάφους τοὺς ὑπὲρ τῆς ἡγεμονίας τετελευτηκότας χαλεπῶς διετέθησαν.

Θηραμένους δὲ καὶ Θρασυβούλου προαπεληλυθότων εἰς Ἀθήνας, ὑπολαβόντες οἱ στρατηγοὶ τούτους εἶναι τοὺς διαβαλόντας πρὸς τὰ πλήθη περὶ τῶν τελευτησάντων, ἀπέστειλαν κατʼ αὐτῶν ἐπιστολὰς πρὸς τὸν δῆμον, διασαφοῦντες ὅτι τούτοις ἐπέταξαν ἀνελέσθαι τοὺς τελευτήσαντας· ὅπερ μάλιστʼ αὐτοῖς αἴτιον ἐγενήθη τῶν κακῶν.

δυνάμενοι γὰρ ἔχειν συναγωνιστὰς εἰς τὴν κρίσιν τοὺς περὶ Θηραμένην, ἄνδρας καὶ λόγῳ δυνατοὺς καὶ φίλους πολλοὺς ἔχοντας, καὶ τὸ μέγιστον, συμπαραγεγονότας τοῖς εἰς τὴν ναυμαχίαν πράγμασιν, ἐκ τῶν ἐναντίων ἔσχον ἀντιδίκους καὶ πικροὺς κατηγόρους.

ἀναγνωσθεισῶν γὰρ ἐν τῷ δήμῳ τῶν ἐπιστολῶν εὐθὺς μὲν τοῖς περὶ Θηραμένην ὠργίζετο τὰ πλήθη, τούτων δὲ ἀπολογησαμένων συνέβη τὴν ὀργὴν πάλιν μεταπεσεῖν εἰς τοὺς στρατηγούς.

διόπερ ὁ δῆμος προέθηκεν αὐτοῖς κρίσιν, καὶ Κόνωνα μὲν ἀπολύσας τῆς αἰτίας προσέταξε τούτῳ τὰς δυνάμεις παραδίδοσθαι, τοὺς δʼ ἄλλους ἐψηφίσατο τὴν ταχίστην ἥκειν. ὧν Ἀριστογένης μὲν καὶ Πρωτόμαχος φοβηθέντες τὴν ὀργὴν τοῦ πλήθους ἔφυγον, Θράσυλλος δὲ καὶ Καλλιάδης, ἔτι δὲ Λυσίας καὶ Περικλῆς καὶ Ἀριστοκράτης μετὰ τῶν πλείστων νεῶν κατέπλευσαν εἰς τὰς Ἀθήνας, ἐλπίζοντες τοὺς ἐν ταῖς ναυσὶ πολλοὺς ὄντας βοηθοὺς ἕξειν ἐν τῇ κρίσει.

ὡς δʼ εἰς τὴν ἐκκλησίαν τὰ πλήθη συνῆλθον, τῆς μὲν κατηγορίας καὶ τῶν πρὸς χάριν δημηγορούντων ἤκουον,τοὺς δʼ ἀπολογουμένους συνθορυβοῦντες οὐκ ἠνείχοντο τῶν λόγων. οὐκ ἐλάχιστα δʼ αὐτοὺς ἔβλαψαν οἱ συγγενεῖς τῶν τετελευτηκότων, παρελθόντες μὲν εἰς τὴν ἐκκλησίαν ἐν πενθίμοις, δεόμενοι δὲ τοῦ δήμου τιμωρήσασθαι τοὺς περιεωρακότας ἀτάφους τοὺς ὑπὲρ τῆς πατρίδος προθύμως τετελευτηκότας.

τέλος δʼ οἵ τε τούτων φίλοι καὶ οἱ τοῖς περὶ Θηραμένην συναγωνιζόμενοι πολλοὶ καθεστῶτες ἐνίσχυσαν, καὶ συνέβη καταδικασθῆναι τοὺς στρατηγοὺς θανάτῳ καὶ δημεύσει τῶν οὐσιῶν.