Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῆς δὲ ναυμαχίας τοιοῦτο τέλος λαβούσης, οἱ μὲν Ἀθηναῖοι πυνθανόμενοι τὸν μετὰ Δημοσθένους στόλον ἐν ὀλίγαις ἡμέραις ἥξειν, ἔκριναν μηκέτι διακινδυνεύειν, ἕως ἂν ἡ δύναμις ἐκείνη παραγένηται, οἱ δὲ Συρακόσιοι τοὐναντίον βουλόμενοι πρὶν ἐλθεῖν τὴν μετὰ Δημοσθένους στρατιὰν περὶ τῶν ὅλων διακριθῆναι, καθʼ ἡμέραν ἐπιπλέοντες ταῖς τῶν Ἀθηναίων ναυσὶν ἐξήπτοντο τῆς μάχης.

συμβουλεύσαντος δʼ αὐτοῖς Ἀρίστωνος τοῦ Κορινθίου κυβερνήτου τὰς πρῴρας τῶν νεῶν ποιῆσαι βραχυτέρας καὶ ταπεινοτέρας, πεισθέντες οἱ Συρακόσιοι πολλὰ διὰ ταύτην τὴν αἰτίαν ἐν τοῖς μετὰ ταῦτα κινδύνοις ἐπλεονέκτησαν.

αἱ μὲν γὰρ Ἀττικαὶ τριήρεις ἦσαν ἀσθενεστέρας ἔχουσαι τὰς πρῴρας καὶ μετεώρους· διὸ συνέβαινεν αὐτῶν τὰς ἐμβολὰς τιτρώσκειν τοὺς ὑπερέχοντας τῆς θαλάττης τόπους, ὥστε τοὺς πολεμίους μὴ μεγάλοις ἐλαττώμασι περιπίπτειν· αἱ δὲ τῶν Συρακοσίων τὸν περὶ τὴν πρῴραν τόπον ἰσχυρὸν ἔχουσαι καὶ ταπεινόν, κατὰ τὰς τῶν ἐμβολῶν δόσεις μιᾷ πολλάκις πληγῇ κατέδυον τὰς τῶν Ἀθηναίων τριήρεις.

ἐπὶ μὲν οὖν συχνὰς ἡμέρας οἱ Συρακόσιοι τῇ παρεμβολῇ τῶν πολεμίων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν προσβάλλοντες οὐδὲν ἤνυον, τῶν Ἀθηναίων ἀγόντων ἡσυχίαν· ἐπειδὴ δέ τινες τῶν τριηράρχων οὐκέτι δυνάμενοι καρτερεῖν τὴν τῶν Συρακοσίων καταφρόνησιν ἀντανήχθησαν τοῖς πολεμίοις ἐν τῷ μεγάλῳ λιμένι, συνέστη πασῶν τῶν τριήρων ναυμαχία.

οἱ μὲν οὖν Ἀθηναῖοι ταχυναυτούσας ἔχοντες τριήρεις, καὶ ταῖς κατὰ θάλατταν ἐμπειρίαις, ἔτι δὲ ταῖς τῶν κυβερνητῶν τέχναις προτεροῦντες, ἄπρακτον εἶχον τὴν ἐν τούτοις ὑπεροχήν, τῆς ναυμαχίας ἐν στενῷ τόπῳ γινομένης· οἱ δὲ Συρακόσιοι συμπλεκόμενοι καὶ τοῖς πολεμίοις οὐδεμίαν διδόντες ἀναστροφήν, τούς τε ἐπὶ τῶν καταστρωμάτων ἠκόντιζον καὶ λιθοβολοῦντες λιπεῖν ἠνάγκαζον τὰς πρῴρας, ἁπλῶς δὲ πολλαῖς τῶν ἐμπιπτουσῶν νεῶν ἐμβολὰς διδόντες καὶ εἰς τὰς τῶν ἐναντίων ναῦς εἰσαλλόμενοι πεζομαχίαν ἐν ταῖς ναυσὶ συνίσταντο.

θλιβόμενοι δὲ πανταχόθεν οἱ Ἀθηναῖοι πρὸς φυγὴν ὥρμησαν· οἱ δὲ Συρακόσιοι διώξαντες ἑπτὰ μὲν τριήρεις κατέδυσαν, πολλὰς δὲ ἀχρήστους ἐποίησαν.