Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

πολλὰ δὲ καὶ ἄλλα διαλεχθέντος αὐτοῦ τῆς προκειμένης ὑποθέσεως οἰκεῖα, τῆς ἐναντίας γνώμης προεστηκὼς Ἀλκιβιάδης, ἐπιφανέστατος Ἀθηναίων, ἔπεισε τὸν δῆμον ἐπανελέσθαι τὸν πόλεμον· ἦν γὰρ ὁ ἀνὴρ οὗτος δεινότατος μὲν εἰπεῖν τῶν πολιτῶν, εὐγενείᾳ δὲ καὶ πλούτῳ καὶ στρατηγίᾳ διωνομασμένος.

εὐθὺς οὖν ὁ δῆμος στόλον ἀξιόχρεων κατεσκεύασε, τριάκοντα μὲν τριήρεις παρὰ τῶν συμμάχων λαβών, ἰδίας δʼ ἑκατὸν καταρτίσας.

ταύτας δὲ κοσμήσας πᾶσι τοῖς εἰς πόλεμον χρησίμοις κατέλεξεν ὁπλίτας εἰς πεντακισχιλίους, στρατηγοὺς δὲ τρεῖς ἐχειροτόνησεν ἐπὶ ταύτην τὴν στρατηγίαν, Ἀλκιβιάδην καὶ Νικίαν καὶ Λάμαχον.

Ἀθηναῖοι μὲν οὖν περὶ ταῦτα ἦσαν. ἡμεῖς δὲ παρόντες ἐπὶ τὴν ἀρχὴν τοῦ πολέμου τοῦ συστάντος Ἀθηναίοις καὶ Συρακοσίοις, κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν τὰς ἑπομένας πράξεις εἰς τὴν ἐχομένην βίβλον κατατάξομεν.