Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτα Ἀθηναίων ἀποστειλάντων κατὰ θάλατταν εἰς Ἄργος ὁπλίτας μὲν χιλίους ἐπιλέκτους, ἱππεῖς δὲ διακοσίους, ὧν ἐστρατήγουν Λάχης καὶ Νικόστρατος· συνῆν δὲ τούτοις καὶ Ἀλκιβιάδης ἰδιώτης ὢν διὰ τὴν φιλίαν τὴν πρὸς Ἠλείους καὶ Μαντινεῖς· συνεδρευσάντων δὲ πάντων, ἔδοξε τὰς μὲν σπονδὰς ἐᾶν χαίρειν, πρὸς δὲ τὸν πόλεμον ὁρμῆσαι.

διὸ καὶ τοὺς ἰδίους ἕκαστος στρατηγὸς παρώρμησε πρὸς τὸν ἀγῶνα, καὶ πάντων προθύμως ὑπακουσάντων, ἐκτὸς τῆς πόλεως κατεστρατοπέδευσαν. ἔδοξεν οὖν αὐτοῖς πάντων πρῶτον στρατεύειν ἐπʼ Ὀρχομενὸν τῆς Ἀρκαδίας. διὸ καὶ παρελθόντες εἰς Ἀρκαδίαν, προσκαθεζόμενοι τῇ πόλει καθʼ ἡμέραν ἐποιοῦντο προσβολὰς τοῖς τείχεσι.

χειρωσάμενοι δὲ τὴν πόλιν κατεστρατοπέδευσαν πλησίον Τεγέας, κεκρικότες καὶ ταύτην πολιορκῆσαι. τῶν δὲ Τεγεατῶν ἀξιούντων τοὺς Λακεδαιμονίους βοηθῆσαι κατὰ τάχος, οἱ Σπαρτιᾶται παραλαβόντες τοὺς ἰδίους πάντας καὶ τοὺς συμμάχους ἧκον ἐπὶ τὴν Μαντίνειαν, νομίζοντες ταύτης πολεμουμένης ἀρθήσεσθαι τὴν τῆς Τεγέας πολιορκίαν.

οἱ δὲ Μαντινεῖς τοὺς συμμάχους παραλαβόντες, καὶ αὐτοὶ πανδημεὶ στρατεύσαντες, ἀντετάχθησαν τοῖς Λακεδαιμονίοις. γενομένης δὲ μάχης ἰσχυρᾶς, οἱ μὲν ἐπίλεκτοι τῶν Ἀργείων, χίλιοι τὸν ἀριθμὸν ὄντες, γεγυμνασμένοι δὲ καλῶς τὰ κατὰ τὸν πόλεμον, ἐτρέψαντο τοὺς ἀντιτεταγμένους πρῶτοι, καὶ διώκοντες πολὺν ἐποίουν φόνον.

οἱ δὲ Λακεδαιμόνιοι τἄλλα μέρη τοῦ στρατεύματος τρεψάμενοι καὶ πολλοὺς ἀνελόντες ὑπέστρεψαν ἐπʼ αὐτοὺς ἐκείνους, καὶ τῷ πλήθει κυκλώσαντες ἤλπιζον κατακόψειν ἅπαντας.

τῶν δὲ λογάδων τῷ μὲν πλήθει πολὺ λειπομένων, ταῖς δʼ ἀνδραγαθίαις προεχόντων, ὁ μὲν βασιλεὺς τῶν Λακεδαιμονίων προαγωνιζόμενος ἐνεκαρτέρησε τοῖς δεινοῖς, καὶ πάντας ἂν ἀνεῖλεν· ἔσπευδε γὰρ τοῖς πολίταις ἀποδοῦναι τὰς ἐπαγγελίας, καὶ μέγα τι κατεργασάμενος διορθώσασθαι τὴν γεγενημένην ἀδοξίαν· οὐ μὴν εἰάθη γε τὴν προαίρεσιν ἐπιτελέσαι. Φάραξ γὰρ ὁ Σπαρτιάτης, εἷς ὢν τῶν συμβούλων, ἀξίωμα δὲ μέγιστον ἔχων ἐν τῇ Σπάρτῃ, διεκελεύετο τοῖς λογάσι δοῦναι δίοδον, καὶ μὴ πρὸς ἀπεγνωκότας τὸ ζῆν διακινδυνεύοντας πεῖραν λαβεῖν ἀτυχούσης ἀρετῆς.

ὅθεν ἠναγκάσθη κατὰ τὴν ἀρτίως ῥηθεῖσαν ἐπιταγὴν δοῦναι διέξοδον κατὰ τὴν τοῦ Φάρακος γνώμην. οἱ μὲν οὖν χίλιοι τὸν εἰρημένον τρόπον ἀφεθέντες διελθεῖν διεσώθησαν, οἱ δὲ Λακεδαιμόνιοι μεγάλῃ μάχῃ νικήσαντες καὶ τρόπαιον στήσαντες ἀπῆλθον εἰς τὴν οἰκείαν.