Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦρχεν Ἀλκαῖος, ἐν Ῥώμῃ δὲ ὑπῆρχον ὕπατοι Ὀπίτερος Λουκρήτιος καὶ Λεύκιος Σέργιος Φιδηνιάτης. ἐπὶ δὲ τούτων Ἀθηναῖοι τοῖς Δηλίοις ἐγκαλοῦντες ὅτι λάθρᾳ πρὸς Λακεδαιμονίους συντίθενται συμμαχίαν, ἐξέβαλον αὐτοὺς ἐκ τῆς νήσου καὶ τὴν πόλιν αὐτοὶ κατέσχον. τοῖς δʼ ἐκπεσοῦσι Δηλίοις Φαρνιάκης ὁ σατράπης ἔδωκεν οἰκεῖν πόλιν Ἀδραμύτιον.

οἱ δʼ Ἀθηναῖοι προχειρισάμενοι στρατηγὸν Κλέωνα τὸν δημαγωγόν, καὶ δόντες ἀξιόλογον δύναμιν πεζήν, ἐξέπεμψαν εἰς τοὺς ἐπὶ Θρᾴκης τόπους. οὗτος δὲ πλεύσας εἰς Σκιώνην, κἀκεῖθεν προσλαβόμενος στρατιώτας ἐκ τῶν πολιορκούντων τὴν πόλιν, ἀπέπλευσε καὶ κατῆρεν εἰς Τορώνην· ἐγίνωσκε γὰρ τὸν μὲν Βρασίδαν ἐκ τούτων τῶν τόπων ἀπεληλυθότα, πρὸς δὲ τῇ Τορώνῃ τοὺς ἀπολελειμμένους στρατιώτας οὐκ ὄντας ἀξιομάχους.

πλησίον δὲ τῆς Τορώνης καταστρατοπεδεύσας καὶ πολιορκήσας ἅμα κατὰ γῆν καὶ κατὰ θάλατταν, εἷλε κατὰ κράτος τὴν πόλιν, καὶ τοὺς μὲν παῖδας καὶ τὰς γυναῖκας ἠνδραποδίσατο, αὐτοὺς δὲ καὶ τοὺς τὴν πόλιν φρουροῦντας αἰχμαλώτους λαβών, σήσας ἀπέστειλεν εἰς τὰς Ἀθήνας· τῆς δὲ πόλεως ἀπολιπὼν τὴν ἱκανὴν φρουρὰν ἐξέπλευσε μετὰ τῆς δυνάμεως, καὶ κατῆρε τῆς Θρᾴκης ἐπὶ Στρυμόνα ποταμόν. καταστρατοπεδεύσας δὲ πλησίον πόλεως Ἠιόνος, ἀπεχούσης ἀπὸ τῆς Ἀμφιπόλεως σταδίους ὡς τριάκοντα, προσβολὰς ἐποιεῖτο τῷ πολίσματι.