Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Ἀρταξέρξης δʼ ὁ τῶν Περσῶν βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τετταράκοντα, τὴν δʼ ἀρχὴν διαδεξάμενος Ξέρξης ἐβασίλευσεν ἐνιαυτόν. κατὰ δὲ τὴν Ἰταλίαν Αἴκλων ἀποστάντων ἀπὸ Ῥωμαίων κατὰ τὸν πόλεμον αὐτοκράτορα μὲν Αὖλον Ποστούμιον, ἵππαρχον δὲ Λεύκιον Ἰούλιον ἐποίησαν.

οὗτοι δὲ μετὰ πολλῆς δυνάμεως ἀξιολόγου στρατεύσαντες εἰς τὴν τῶν ἀφεστηκότων χώραν τὸ μὲν πρῶτον τὰς κτήσεις ἐπόρθησαν, μετὰ δὲ ταῦτα Αἴκλων ἀντιταχθέντων ἐγένετο μάχη, καθʼ ἣν ἐνίκησαν οἱ Ῥωμαῖοι, καὶ πολλοὺς μὲν τῶν πολεμίων ἀνεῖλον, οὐκ ὀλίγους δʼ ἐζώγρησαν, λαφύρων δὲ πολλῶν ἐκυρίευσαν.

μετὰ δὲ τὴν μάχην οἱ μὲν ἀφεστηκότες διὰ τὴν ἧτταν καταπεπληγμένοι τοῖς Ῥωμαίοις ὑπετάγησαν, ὁ δὲ Ποστούμιος δόξας καλῶς διῳκηκέναι τὰ κατὰ τὸν πόλεμον, κατήγαγε τὸν εἰωθότα θρίαμβον. ἴδιον δέ τι καὶ παντελῶς ἄπιστόν φασι πρᾶξαι τὸν Ποστούμιον· κατὰ γὰρ τὴν μάχην τὸν υἱὸν αὐτοῦ διὰ τὴν προθυμίαν προεκπηδῆσαι τῆς ὑπὸ τοῦ πατρὸς δεδομένης τάξεως· τὸν δὲ πατέρα τηροῦντα τὸ πάτριον ἔθος τὸν υἱὸν ὡς λελοιπότα τὴν τάξιν ἀποκτεῖναι.