Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῆς δὲ πολιορκίας ἀνυπέρβλητον τὴν σπουδὴν ἐχούσης παρʼ ἀμφοτέροις, καὶ τῶν Σπαρτιατῶν βίαν προσαγόντων τοῖς τείχεσι, πολλοὶ μὲν ἄλλοι κατὰ τὰς ἀνδραγαθίας ἐθαυμάσθησαν, μεγίστης δὲ ἀποδοχῆς ἔτυχε Βρασίδας.

τῶν γὰρ τριηράρχων οὐ τολμώντων προσαγαγεῖν τῇ γῇ τὰς τριήρεις διὰ τὴν χαλεπότητα τῶν τόπων, τριήραρχος ὢν ἐβόα καὶ παρεκελεύετο τῷ κυβερνήτῃ μὴ φείδεσθαι τοῦ σκάφους, ἀλλὰ καὶ βίᾳ προσάγειν τῇ γῇ τὴν τριήρη· αἰσχρὸν γὰρ εἶναι τοῖς Σπαρτιάταις τῆς μὲν ψυχῆς ἀφειδεῖν ἕνεκα τῆς νίκης, τῶν δὲ σκαφῶν φείδεσθαι καὶ περιορᾶν Ἀθηναίους κρατοῦντας τῆς Λακωνικῆς.

τέλος δὲ συναναγκάσαντος τὸν κυβερνήτην προσαγαγεῖν τὴν ναῦν, ἡ μὲν τριήρης ἐπώκειλεν, ὁ δὲ Βρασίδας ἐπιβὰς ἐπὶ τὴν τῆς νεὼς ἐπιβάθραν ἐκ ταύτης ἠμύνατο τὸ πλῆθος τῶν ἐπʼ αὐτὸν συνδραμόντων Ἀθηναίων. καὶ τὸ μὲν πρῶτον τοὺς προσιόντας πολλοὺς ἀπέκτεινε, μετὰ δὲ ταῦτα πολλῶν ἐπʼ αὐτὸν ἐπιφερομένων βελῶν πολλοῖς περιέπιπτεν ἐναντίοις τραύμασι.

τέλος δὲ διὰ τῶν τραυμάτων αἵματος ἐκχυθέντος πολλοῦ, καὶ διὰ τοῦτο λιποψυχήσαντος αὐτοῦ, ὁ μὲν βραχίων προέπεσεν ἐκ τῆς νεώς, ἡ δʼ ἀσπὶς περιρρυεῖσα καὶ πεσοῦσα εἰς τὴν θάλατταν ὑποχείριος ἐγένετο τοῖς πολεμίοις.

μετὰ δὲ ταῦτα οὗτος μὲν πολλοὺς τῶν πολεμίων νεκροὺς σωρεύσας αὐτὸς ἡμιθανὴς ἐκ τῆς νεὼς ὑπὸ τῶν ἰδίων ἀπηνέχθη, τοσοῦτον τοὺς ἄλλους ὑπερβαλόμενος ἀνδρείᾳ, ὥστε τῶν ἄλλων τοὺς ἀποβαλόντας τὴν ἀσπίδα θανάτῳ κολάζεσθαι, τοῦτον δʼ ἐπὶ τῇ αὐτῇ αἰτίᾳ ἀπενέγκασθαι δόξαν.

οἱ μὲν οὖν Λακεδαιμόνιοι συνεχεῖς προσβολὰς ποιούμενοι τῇ Πύλῳ, καὶ πολλοὺς ἀποβαλόντες στρατιώτας, ἔμενον καρτερῶς ἐν τοῖς δεινοῖς. θαυμάσαι δʼ ἄν τις τῆς τύχης τὸ παράδοξον καὶ τὴν ἰδιότητα τῆς τῶν περὶ τὴν Πύλον διαθέσεως.

Ἀθηναῖοι μὲν γὰρ ἐκ τῆς Λακωνικῆς ἀμυνόμενοι τοὺς Σπαρτιάτας ἐκράτουν, Λακεδαιμόνιοι δὲ τὴν ἰδίαν χώραν πολεμίαν ἔχοντες ἐκ τῆς θαλάττης προσέβαλλον τοῖς πολεμίοις, καὶ τοῖς μὲν πεζῇ κρατοῦσι θαλαττοκρατεῖν συνέβαινε, τοῖς δὲ κατὰ θάλατταν πρωτεύουσι τῆς γῆς ἀπείργειν τοὺς πολεμίους.