Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Τιμαρχίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Σπόριον Ταρπήιον καὶ Αὖλον Ἀστέριον Φοντίνιον. ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μὲν εἰς τὴν Ἀττικὴν ἐμβαλόντες ἐπόρθησαν πολλὴν χώραν, καὶ τῶν φρουρίων τινὰ πολιορκήσαντες ἐπανῆλθον εἰς τὴν Πελοπόννησον, Τολμίδης δὲ ὁ τῶν Ἀθηναίων στρατηγὸς εἷλε Χαιρώνειαν.

τῶν δὲ Βοιωτῶν συστραφέντων καὶ τοῖς περὶ τὸν Τολμίδην ἐνεδρευσάντων, ἐγένετο μάχη καρτερὰ περὶ τὴν Κορώνειαν, καθʼ ἣν Τολμίδης μὲν μαχόμενος ἀνῃρέθη, τῶν δὲ ἄλλων Ἀθηναίων οἱ μὲν κατεκόπησαν, οἱ δὲ ζῶντες ἐλήφθησαν. τηλικαύτης δὲ συμφορᾶς γενομένης τοῖς Ἀθηναίοις, ἠναγκάσθησαν ἀφεῖναι τὰς πόλεις ἁπάσας τὰς κατὰ τὴν Βοιωτίαν αὐτονόμους, ἵνα τοὺς αἰχμαλώτους ἀπολάβωσιν.