Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

περὶ δὲ τοὺς αὐτοὺς χρόνους Λακεδαιμόνιοι τὰς Πλαταιὰς πολιορκοῦντες περιετείχισαν τὴν πόλιν καὶ στρατιώταις πολλοῖς παρεφύλαττον. χρονιζούσης δὲ τῆς πολιορκίας καὶ τῶν Ἀθηναίων μηδεμίαν ἐξαποστελλόντων βοήθειαν, οἱ πολιορκούμενοι σιτοδείᾳ τε συνείχοντο καὶ τῶν πολιτῶν ἐν ταῖς προσβολαῖς πολλοὺς ἀπεβεβλήκεσαν.

ἀπορουμένων δʼ αὐτῶν καὶ βουλευομένων περὶ τῆς σωτηρίας, τοῖς μὲν πολλοῖς ἐδόκει τὴν ἡσυχίαν ἄγειν, τοῖς δʼ ἄλλοις ὡς διακοσίοις οὖσιν ἔδοξε νυκτὸς βιάσασθαι τοὺς φύλακας καὶ διεκπεσεῖν εἰς τὰς Ἀθήνας.

τηρήσαντες οὖν ἀσέληνον νύκτα τοὺς μὲν ἄλλους ἔπεισαν εἰς θάτερα μέρη προσβάλλειν τῷ περιτειχίσματι, αὐτοὶ δʼ ἑτοιμασάμενοι κλίμακας, καὶ τῶν πολεμίων παραβοηθούντων ἐν τοῖς ἀπεστραμμένοις μέρεσι τῶν τειχῶν, αὐτοὶ διὰ τῶν κλιμάκων ἔτυχον ἀναβάντες ἐπὶ τὸ τεῖχος, καὶ τοὺς φύλακας ἀποκτείναντες διέφυγον εἰς τὰς Ἀθήνας.

τῇ δʼ ὑστεραίᾳ Λακεδαιμόνιοι μὲν παροξυνθέντες ἐπὶ τῷ δρασμῷ τῶν ἀπεληλυθότων ἐκ τῆς πόλεως, προσέβαλον τῇ πόλει τῶν Πλαταιέων καὶ πᾶσαν εἰσεφέροντο σπουδὴν βίᾳ χειρώσασθαι τοὺς πολιορκουμένους· οἱ δὲ Πλαταιεῖς καταπλαγέντες καὶ διαπρεσβευσάμενοι παρέδωκαν ἑαυτούς τε καὶ τὴν πόλιν τοῖς πολεμίοις.

οἱ δʼ ἡγεμόνες τῶν Λακεδαιμονίων καθʼ ἕνα τῶν Πλαταιέων προσκαλούμενοι ἐπηρώτων τί ἀγαθὸν πεποίηκε τοῖς Λακεδαιμονίοις, ἑκάστου δὲ ὁμολογοῦντος μηδὲν εὐηργετηκέναι, πάλιν ἐπηρώτων εἴ τι κακὸν ἔδρασαν τοὺς Σπαρτιάτας· οὐδενὸς δʼ ἀντιλέγοντος, πάντων κατέγνωσαν θάνατον.

διὸ καὶ τοὺς ἐγκαταλειφθέντας ἅπαντας ἀνεῖλον καὶ κατασκάψαντες ἐμίσθωσαν τὴν χώραν αὐτῶν. Πλαταιεῖς μὲν οὖν τὴν πρὸς Ἀθηναίους συμμαχίαν βεβαιοτάτην τηρήσαντες ἀδίκως ταῖς μεγίσταις συμφοραῖς περιέπεσον.