Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

κατὰ δὲ τὴν Ἑλλάδα Λέσβιοι μὲν ἀπέστησαν ἀπὸ τῶν Ἀθηναίων· ἐνεκάλουν γὰρ αὐτοῖς, ὅτι βουλομένων συνοικίζειν πάσας τὰς κατὰ τὴν Λέσβον πόλεις εἰς τὴν Μυτιληναίων πόλιν διεκώλυσαν.

διὸ καὶ πρὸς Λακεδαιμονίους ἀποστείλαντες πρεσβευτὰς καὶ συμμαχίαν συνθέμενοι συνεβούλευον τοῖς Σπαρτιάταις ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἡγεμονίας· πρὸς ταύτην δὲ τὴν ἐπιβολὴν ἐπηγγείλαντο πολλὰς τριήρεις εἰς τὸν πόλεμον παρέξεσθαι.

ἀσμένως δὲ τῶν Λακεδαιμονίων ὑπακουσάντων καὶ περὶ τὴν κατασκευὴν τῶν τριήρων γινομένων, Ἀθηναῖοι φθάσαντες αὐτῶν τὴν παρασκευὴν παραχρῆμα δύναμιν ἐξέπεμψαν εἰς τὴν Λέσβον, πληρώσαντες ναῦς τετταράκοντα καὶ στρατηγὸν προχειρισάμενοι Κλεινιππίδην. οὗτος δὲ προσλαβόμενος βοήθειαν παρὰ τῶν συμμάχων κατέπλευσεν εἰς Μυτιλήνην.

γενομένης δὲ ναυμαχίας οἱ μὲν Μυτιληναῖοι λειφθέντες συνεκλείσθησαν εἰς πολιορκίαν, τῶν δὲ Λακεδαιμονίων ψηφισαμένων βοηθεῖν τοῖς Μυτιληναίοις καὶ παρασκευαζομένων στόλον ἀξιόλογον, ἔφθασαν Ἀθηναῖοι ναῦς ἄλλας σὺν ὁπλίταις χιλίοις ἀποστείλαντες εἰς Λέσβον.

τούτων δʼ ἡγούμενος Πάχης ὁ Ἐπικλήρου καταντήσας εἰς τὴν Μυτιλήνην, καὶ τὴν προϋπάρχουσαν δύναμιν παραλαβών, περιετείχισε τὴν πόλιν καὶ συνεχεῖς προσβολὰς ἐποιεῖτο οὐ μόνον κατὰ γῆν, ἀλλὰ καὶ κατὰ θάλατταν.

Λακεδαιμόνιοι δὲ ἐξαπέστειλαν εἰς τὴν Μυτιλήνην τριήρεις μὲν τετταράκοντα πέντε καὶ στρατηγὸν Ἀλκίδαν, εἰς δὲ τὴν Ἀττικὴν εἰσέβαλον μετὰ τῶν συμμάχων· ἐπελθόντες δὲ καὶ τοὺς παραλελειμμένους τόπους τῆς Ἀττικῆς καὶ δῃώσαντες τὴν χώραν ἐπανῆλθον εἰς τὴν οἰκείαν.

Μυτιληναῖοι δὲ τῇ σιτοδείᾳ καὶ τῷ πολέμῳ πιεζόμενοι καὶ στασιάζοντες πρὸς ἀλλήλους, καθʼ ὁμολογίαν παρέδωκαν τὴν πόλιν τοῖς πολιορκοῦσιν.