Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτά τινες τῶν πόλεων καὶ τῶν φρουρίων διὰ τὸν φόβον ἑκουσίως ὑπετάγησαν. πορθήσαντες δὲ πᾶσαν τὴν Μακεδονίαν καὶ πολλῆς ὠφελείας κύριοι γενόμενοι μετέβησαν ἐπὶ τὰς Ἑλληνίδας πόλεις τὰς τῶν Χαλκιδέων.

τοῦ δὲ Σιτάλκου περὶ ταῦτα διατρίβοντος Θετταλοὶ καὶ Ἀχαιοὶ καὶ Μάγνητες καὶ οἱ ἄλλοι πάντες Ἕλληνες ὅσοι κατῴκουν μεταξὺ Μακεδονίας καὶ Θερμοπυλῶν, συνεφρόνησαν καὶ δύναμιν ἀξιόλογον κοινῇ συνεστήσαντο· εὐλαβοῦντο γὰρ μήποτε τοσαύταις μυριάσιν οἱ Θρᾷκες ἐμβάλωσιν αὐτῶν εἰς τὴν χώραν, καὶ κινδυνεύσωσι ταῖς πατρίσι.

τὸ δʼ αὐτὸ καὶ τῶν Χαλκιδέων ποιησάντων, Σιτάλκης πυθόμενος τοὺς Ἕλληνας ἁδρὰς δυνάμεις συνηθροικέναι καὶ τοὺς στρατιώτας ὑπὸ τοῦ χειμῶνος ἐνοχλουμένους ἐννοούμενος, πρὸς μὲν τὸν Περδίκκαν διαλυσάμενος ἐπιγαμίας ἐποιήσατο, τὰς δὲ δυνάμεις ἀπήγαγεν εἰς τὴν Θρᾴκην.

ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι μὲν παραλαβόντες τοὺς ἐκ Πελοποννήσου συμμάχους εἰσέβαλον εἰς τὴν Ἀττικήν, ἔχοντος τὴν ἡγεμονίαν Ἀρχιδάμου τοῦ βασιλέως, τὸν δὲ σῖτον ἐν τῇ χλόῃ διέφθειραν, καὶ τὴν χώραν δῃώσαντες ἐπανῆλθον εἰς τὰς πατρίδας.

οἱ δʼ Ἀθηναῖοι παρατάξασθαι μὲν οὐ τολμῶντες, ὑπὸ δὲ τῆς νόσου καὶ τῆς σιτοδείας πιεζόμενοι, κακὰς περὶ τοῦ μέλλοντος ἐλάμβανον ἐλπίδας. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.