Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Διοτίμου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούλιον καὶ Πρόκλον Οὐεργίνιον Τρίκοστον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα ὀγδόην πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Σύμμαχος Μεσσήνιος ἀπὸ Σικελίας.

ἐπὶ δὲ τούτων Κνῆνος ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἐν τῇ Κορίνθῳ διατρίβων ἔκρινε τὸν Πειραιᾶ καταλαβέσθαι. ἐπυνθάνετο γὰρ μήτε ναῦς ἐν αὐτῷ καθειλκυσμένας ὑπάρχειν μήτε στρατιώτας εἶναι τεταγμένους ἐπὶ τῆς φυλακῆς· τοὺς γὰρ Ἀθηναίους ἀμελῶς ἔχειν περὶ τῆς τούτου φυλακῆς διὰ τὸ μηδαμῶς ἐλπίζειν τολμῆσαι τινὰς καταλαβέσθαι τὸν τόπον.

διόπερ ἐν τοῖς Μεγάροις καθελκύσας τὰς νενεωλκημένας τετταράκοντα τριήρεις νυκτὸς ἔπλευσεν εἰς τὴν Σαλαμῖνα· προσπεσὼν δʼ ἀπροσδοκήτως εἰς τὸ φρούριον τῆς Σαλαμῖνος τὸ καλούμενον Βουδόριον, τρεῖς ναῦς ἀπέσπασε καὶ τὴν ὅλην Σαλαμῖνα κατέδραμε.

τῶν δὲ Σαλαμινίων πυρσευσάντων τοῖς κατὰ τὴν Ἀττικήν, οἱ μὲν Ἀθηναῖοι δόξαντες τὸν Πειραιᾶ κατειλῆφθαι ταχέως ἐξεβοήθουν μετὰ πολλῆς ταραχῆς· γνόντες δὲ τὸ γεγονός, ταχέως πληρώσαντες ναῦς ἱκανὰς ἔπλεον εἰς τὴν Σαλαμῖνα.

οἱ δὲ Πελοποννήσιοι τῆς ἐπιβολῆς διαψευσθέντες ἀπέπλευσαν ἐκ τῆς Σαλαμῖνος εἰς τὴν οἰκείαν. οἱ δʼ Ἀθηναῖοι, τῶν πολεμίων ἀποπεπλευκότων, τῆς μὲν Σαλαμῖνος ἐπιμελεστέραν φυλακὴν ἐποιήσαντο καὶ κατέλιπον φρουροὺς τοὺς ἱκανούς, τὸν δὲ Πειραιᾶ κλείθροις καὶ φυλακαῖς ἱκαναῖς διαλαβόντες ὠχύρωσαν.