Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἐπαμείνονος Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Παπίριον καὶ Αὖλον Κορνήλιον Μακερῖνον. ἐπὶ δὲ τούτων ἐν μὲν ταῖς Ἀθήναις Περικλῆς ὁ στρατηγὸς ἐτελεύτησεν, ἀνὴρ γένει καὶ πλούτῳ, πρὸς δὲ τούτοις δεινότητι λόγου καὶ στρατηγίᾳ πολὺ προέχων τῶν πολιτῶν.

ὁ δὲ δῆμος φιλοτιμούμενος κατὰ κράτος ἑλεῖν τὴν Ποτίδαιαν, ἐξαπέστειλεν Ἅγνωνα στρατηγὸν ἔχοντα τὴν δύναμιν ἣν πρότερον εἶχε Περικλῆς. οὗτος δὲ μετὰ παντὸς τοῦ στόλου καταπλεύσας εἰς τὴν Ποτίδαιαν παρεσκευάσατο τὰ πρὸς τὴν πολιορκίαν· μηχανάς τε γὰρ παντοδαπὰς παρεσκεύασε πολιορκητικὰς καὶ ὅπλων καὶ βελῶν πλῆθος, ἔτι δὲ σίτου δαψίλειαν ἱκανὴν πάσῃ τῇ δυνάμει. προσβολὰς δὲ ποιούμενος συνεχεῖς καθʼ ἑκάστην ἡμέραν διέτριβε πολὺν χρόνον, οὐ δυνάμενος ἑλεῖν τὴν πόλιν.

οἱ μὲν γὰρ πολιορκούμενοι διὰ τὸν ἐκ τῆς ἁλώσεως φόβον ἐρρωμένως ἠμύνοντο καὶ ταῖς ὑπεροχαῖς τῶν τειχῶν πεποιθότες ἐπλεονέκτουν τοὺς ἐκ τοῦ λιμένος· ἡ δὲ νόσος τοὺς πολιορκοῦντας συνέχουσα πολλοὺς ἀνῄρει, καὶ τὸ στρατόπεδον ἀθυμία κατεῖχεν.

ὁ δʼ Ἅγνων εἰδὼς τοὺς Ἀθηναίους δεδαπανηκότας εἰς τὴν πολιορκίαν πλείω τῶν χιλίων ταλάντων καὶ χαλεπῶς διακειμένους πρὸς τοὺς Ποτιδαιάτας διὰ τὸ πρώτους ἀποστῆναι πρὸς τοὺς Λακεδαιμονίους, ἐφοβεῖτο λῦσαι τὴν πολιορκίαν· διόπερ ἠναγκάζετο διακαρτερεῖν καὶ τοὺς στρατιώτας ἀναγκάζειν παρὰ δύναμιν βίαν προσάγειν τῇ πόλει.

ἐπεὶ δὲ τῶν πολιτῶν πολλοὶ διεφθείροντο κατὰ τὰς προσβολὰς καὶ κατὰ τὴν ἐκ τοῦ λοιμοῦ νόσον, ἀπολιπὼν μέρος τῆς δυνάμεως ἐπὶ τῆς πολιορκίας ἀπέπλευσεν εἰς τὰς Ἀθήνας, ἀποβεβληκὼς τῶν στρατιωτῶν πλείους τῶν χιλίων.