Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Πλαταιεῖς διαπρεσβευσάμενοι πρὸς τοὺς Θηβαίους ἠξίουν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν καὶ ἀπολαβεῖν τοὺς αἰχμαλώτους. διὸ καὶ τῆς συνθέσεως ταύτης γεγενημένης οἱ μὲν Θηβαῖοι τοὺς αἰχμαλώτους ἀπολαβόντες καὶ τὴν λείαν ἀποδόντες εἰς τὰς Θήβας ἀπηλλάγησαν, οἱ δὲ Πλαταιεῖς πρὸς μὲν Ἀθηναίους ἔπεμψαν πρέσβεις περὶ βοηθείας, αὐτοὶ δὲ τὰ πλεῖστα ἐκόμισαν εἰς τὴν πόλιν.

οἱ δὲ Ἀθηναῖοι πυθόμενοι τὰ περὶ τὰς Πλαταιάς, παραχρῆμα ἐξέπεμψαν τοὺς ἱκανοὺς στρατιώτας· οὗτοι δὲ κατὰ σπουδὴν παραγενόμενοι, καὶ μὴ φθάσαντες τοὺς Θηβαίους, τὰ λοιπὰ τῶν ἀπὸ τῆς χώρας κατεκόμισαν εἰς τὴν πόλιν, καὶ τέκνα καὶ γυναῖκας καὶ τὸν ὄχλον ἀθροίσαντες ἐξαπέστειλαν εἰς τὰς Ἀθήνας.

οἱ δὲ Λακεδαιμόνιοι κρίναντες καταλελύσθαι τὰς σπονδὰς ὑπὸ τῶν Ἀθηναίων, δύναμιν ἀξιόλογον ἤθροισαν ἔκ τε τῆς Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων Πελοποννησίων.

συνεμάχουν δὲ τότε Λακεδαιμονίοις Πελοποννήσιοι μὲν πάντες πλὴν Ἀργείων· οὗτοι δʼ ἡσυχίαν εἶχον· τῶν δʼ ἐκτὸς τῆς Πελοποννήσου Μεγαρεῖς, Ἀμβρακιῶται, Λευκάδιοι, Φωκεῖς, Βοιωτοί, Λοκροὶ τῶν μὲν πρὸς Εὔβοιαν ἐστραμμένων οἱ πλείους, τῶν δʼ ἄλλων Ἀμφισσεῖς.

τοῖς δʼ Ἀθηναίοις συνεμάχουν οἱ τὴν παράλιον τῆς Ἀσίας οἰκοῦντες Κᾶρες καὶ Δωριεῖς καὶ Ἴωνες καὶ Ἑλλησπόντιοι καὶ νησιῶται πάντες πλὴν τῶν ἐν Μήλῳ καὶ Θήρᾳ κατοικούντων, ὁμοίως δὲ καὶ οἱ ἐπὶ Θρᾴκης πλὴν Χαλκιδέων καὶ Ποτιδαιατῶν· πρὸς δὲ τούτοις Μεσσήνιοι μὲν οἱ τὴν Ναύπακτον οἰκοῦντες καὶ Κερκυραῖοι. τούτων ναυτικὸν παρείχοντο Χῖοι, Λέσβιοι, Κερκυραῖοι, αἱ δʼ ἄλλαι πᾶσαι πεζοὺς στρατιώτας ἐξέπεμπον. σύμμαχοι μὲν οὖν ἀμφοτέροις ὑπῆρχον οἱ προειρημένοι.

Λακεδαιμόνιοι δὲ δύναμιν ἀξιόλογον προχειρισάμενοι τὴν ἡγεμονίαν ἔδωκαν Ἀρχιδάμῳ τῷ βασιλεῖ. οὗτος δὲ μετὰ τῆς δυνάμεως ἐνέβαλεν εἰς τὴν Ἀττικήν, τοῖς δὲ φρουρίοις προσβολὰς ἐποιεῖτο καὶ τῆς χώρας πολλὴν ἐδῄωσε. τῶν δʼ Ἀθηναίων παροξυνομένων διὰ τὴν τῆς χώρας καταδρομήν, καὶ βουλομένων παρατάξασθαι τοῖς πολεμίοις, Περικλῆς στρατηγὸς ὢν καὶ τὴν ὅλην ἡγεμονίαν ἔχων παρεκάλει τοὺς νέους ἡσυχίαν ἔχειν, ἐπαγγελλόμενος ἄνευ κινδύνων ἐκβαλεῖν τοὺς Λακεδαιμονίους ἐκ τῆς Ἀττικῆς.

πληρώσας οὖν ἑκατὸν τριήρεις καὶ δύναμιν ἀξιόλογον εἰς τὰς ναῦς ἐνθέμενος, καὶ στρατηγὸν ἐπιστήσας Καρκίνον καὶ ἑτέρους τινάς, ἐξέπεμψεν εἰς τὴν Πελοπόννησον. οὗτοι δὲ πολλὴν τῆς παραθαλαττίου χώρας πορθήσαντες καί τινα τῶν φρουρίων ἑλόντες κατεπλήξαντο τοὺς Λακεδαιμονίους· διὸ καὶ τὴν ἐκ τῆς Ἀττικῆς δύναμιν ταχέως μεταπεμψάμενοι πολλὴν ἀσφάλειαν τοῖς Πελοποννησίοις παρείχοντο.

τούτῳ δὲ τῷ τρόπῳ τῆς Ἀττικῆς ἐλευθερωθείσης, ὁ μὲν Περικλῆς ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς πολίταις, ὡς δυνάμενος στρατηγεῖν καὶ τοῖς Λακεδαιμονίοις διαπολεμεῖν.