Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυσιμάχου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Τίτον Κοΐντιον καὶ Μάρκον Γεγάνιον Μακερῖνον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα ἕκτην πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Θεόπομπος Θετταλός. ἐπὶ δὲ τούτων Κερκυραῖοι μὲν πυνθανόμενοι τῶν παρασκευαζομένων ἐπʼ αὐτοὺς δυνάμεων τὸ πλῆθος, ἀπέστειλαν πρὸς Ἀθηναίους πρέσβεις ἀξιοῦντες αὐτοῖς βοηθῆσαι.

τὸ δʼ αὐτὸ καὶ Κορινθίων ποιησάντων, καὶ συναχθείσης ἐκκλησίας, διήκουσε τῶν πρέσβεων ὁ δῆμος, καὶ ἐψηφίσατο συμμαχεῖν Κερκυραίοις. διὸ καὶ παραχρῆμα μὲν ἐξέπεμψαν τριήρεις κατηρτισμένας δέκα, μετὰ δὲ ταῦτα πλείους ἐπηγγείλαντο πέμψειν, ἐὰν ᾖ χρεία.

οἱ δὲ Κορίνθιοι τῆς τῶν Ἀθηναίων συμμαχίας ἀποτυχόντες, ἐνενήκοντα μὲν αὐτοὶ τριήρεις ἐπλήρωσαν, παρὰ δὲ τῶν συμμάχων ἑξήκοντα προσελάβοντο. ἔχοντες οὖν ναῦς κατηρτισμένας ἑκατὸν πεντήκοντα, καὶ στρατηγοὺς ἑλόμενοι τοὺς χαριεστάτους, ἀνήχθησαν ἐπὶ τὴν Κέρκυραν, κεκρικότες διὰ τάχους ναυμαχῆσαι.

οἱ δὲ Κερκυραῖοι πυνθανόμενοι τὸν τῶν πολεμίων στόλον μὴ μακρὰν ἀπέχειν, ἀντανήχθησαν τριήρεσιν ἑκατὸν εἴκοσι σὺν ταῖς τῶν Ἀθηναίων. γενομένης δὲ ναυμαχίας ἰσχυρᾶς, τὸ μὲν πρῶτον ἐπεκράτουν οἱ Κορίνθιοι, μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων ἐπιφανέντων ἄλλαις εἴκοσι ναυσίν, ἃς ἀπεστάλκεσαν ἐν τῇ δευτέρᾳ συμμαχίᾳ, συνέβη νικῆσαι τοὺς Κερκυραίους. τῇ δʼ ὑστεραίᾳ πάντων τῶν Κερκυραίων ἐπιπλευσάντων οὐκ ἀνήχθησαν οἱ Κορίνθιοι.