Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δʼ ἐνιαυσίου χρόνου διελθόντος Ἀθήνησι μὲν ἦρχεν Εὐθυμένης, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τρεῖς, Αὖλος Σεμπρώνιος, Λεύκιος Ἀτίλιος, Τίτος Κόιντος. ἐπὶ δὲ τούτων Κορίνθιοι μὲν ἡττημένοι τῇ ναυμαχίᾳ ναυπηγήσασθαι στόλον ἀξιολογώτερον ἔκριναν.

διόπερ ὕλην πολλὴν παρασκευασάμενοι καὶ ναυπηγοὺς ἐκ τῶν πόλεων μισθούμενοι μετὰ πολλῆς φιλοτιμίας κατεσκεύαζον τριήρεις καὶ ὅπλα καὶ βέλη παντοδαπά, καὶ καθόλου πάσας τὰς εἰς τὸν πόλεμον παρασκευὰς ἡτοίμαζον, καὶ τὰς μὲν ἐκ καταβολῆς τριήρεις ἐναυπηγοῦντο, τὰς δὲ πεπονηκυίας ἐθεράπευον, ἄλλας δὲ παρὰ τῶν συμμάχων μετεπέμποντο.

τὸ δὲ παραπλήσιον καὶ τῶν Κερκυραίων ποιούντων, καὶ ταῖς φιλοτιμίαις οὐκ ἀπολιμπανομένων, φανερὸς ἦν ὁ πόλεμος αὔξησιν μεγάλην ληψόμενος. ἅμα δὲ τούτοις πραττομένοις Ἀθηναῖοι συνῴκισαν Ἀμφίπολιν, καὶ τῶν οἰκητόρων οὓς μὲν ἐκ τῶν πολιτῶν κατέλεξαν, οὓς δʼ ἐκ τῶν σύνεγγυς φρουρίων.