Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Λυσιμαχίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Τίτον Μενήνιον καὶ Πόπλιον Σήστιον Καπετωλῖνον. ἐπὶ δὲ τούτων διαφεύγοντες τὸν ἐν τῇ στάσει κίνδυνον Συβαρῖται περὶ τὸν Τράεντα ποταμὸν κατῴκησαν. καὶ χρόνον μέν τινα διέμειναν, ἔπειθʼ ὑπὸ Βρεττίων ἐκβληθέντες ἀνῃρέθησαν.

κατὰ δὲ τὴν Ἑλλάδα Ἀθηναῖοι τὴν Εὔβοιαν ἀνακτησάμενοι καὶ τοὺς Ἑστιαιεῖς ἐκ τῆς πόλεως ἐκβαλόντες ἰδίαν ἀποικίαν εἰς αὐτὴν ἐξέπεμψαν Περικλέους στρατηγοῦντος, χιλίους δὲ οἰκήτορας ἐκπέμψαντες τήν τε πόλιν καὶ τὴν χώραν κατεκληρούχησαν.

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Πραξιτέλους Ὀλυμπιὰς μὲν ἤχθη τετάρτη πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος, ἐν δὲ τῇ Ῥώμῃ δέκα ἄνδρες κατεστάθησαν νομογράφοι, Πόπλιος Κλώδιος Ῥηγιλλανός, Τίτος Μινύκιος, Σπόριος Οὐετούριος, Γάιος Ἰούλιος, Γάιος Σουλπίκιος, Πόπλιος Σήστιος, Ῥωμύλος, Σπόριος Ποστούμιος Καλβίνιος.