Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀγαθὴν δʼ ἔχοντες χώραν ταχὺ ταῖς οὐσίαις προσανέβησαν. κατασχόντες δὲ τὴν πόλιν ἔτη ὀλίγα πάλιν ἐξέπεσον ἐκ τῆς Συβάρεως· περὶ ὧν τὰ κατὰ μέρος ἀναγράψαι πειρασόμεθα κατὰ τὴν ἐχομένην βίβλον.[*](deest annus ol. 82, 1: 452 a. chr.)

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀντιδότου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Ποστούμιον καὶ Μάρκον Ὁράτιον. ἐπὶ δὲ τούτων Δουκέτιος μὲν ὁ τῶν Σικελῶν ἔχων τὴν ἡγεμονίαν Αἴτνην μὲν κατελάβετο, τὸν ἡγούμενον αὐτῆς δολοφονήσας, εἰς δὲ τὴν Ἀκραγαντίνων χώραν ἀναζεύξας μετὰ δυνάμεως Μότυον φρουρούμενον ὑπὸ τῶν Ἀκραγαντίνων ἐπολιόρκησε· τῶν δὲ Ἀκραγαντίνων καὶ Συρακοσίων ἐπιβοηθησάντων, συνάψας μάχην καὶ προτερήσας ἐξήλασεν ἀμφοτέρους ἐκ τῶν στρατοπέδων.

καὶ τότε μὲν τοῦ χειμῶνος ἐνισταμένου διεχωρίσθησαν εἰς τὴν οἰκείαν, οἱ δὲ Συρακόσιοι τὸν στρατηγὸν Βόλκωνα, τῆς ἥττης αἴτιον ὄντα καὶ δόξαντα λάθρᾳ συμπράττειν τῷ Δουκετίῳ, καταδικάσαντες ὡς προδότην ἀπέκτειναν. τοῦ θέρους δὲ ἀρχομένου στρατηγὸν ἕτερον κατέστησαν, ᾧ δύναμιν ἀξιόλογον δόντες προσέταξαν καταπολεμῆσαι Δουκέτιον.

οὗτος δὲ πορευθεὶς μετὰ τῆς δυνάμεως κατέλαβε τὸν Δουκέτιον στρατοπεδεύοντα περὶ τὰς Νομάς· γενομένης δὲ παρατάξεως μεγάλης, καὶ πολλῶν παρʼ ἀμφοτέροις πιπτόντων, μόγις Συρακόσιοι βιασάμενοι τοὺς Σικελοὺς ἐτρέψαντο, καὶ κατὰ τὴν φυγὴν πολλοὺς ἀνεῖλον. τῶν δὲ διαφυγόντων οἱ πλείους μὲν εἰς τὰ φρούρια τῶν Σικελῶν διεσώθησαν, ὀλίγοι δὲ μετὰ Δουκετίου τῶν αὐτῶν ἐλπίδων μετέχειν προείλοντο.

ἅμα δὲ τούτοις πραττομένοις Ἀκραγαντῖνοι τὸ Μότυον φρούριον κατεχόμενον ὑπὸ τῶν μετὰ Δουκετίου Σικελῶν ἐξεπολιόρκησαν, καὶ τὴν δύναμιν ἀπαγαγόντες πρὸς τοὺς Συρακοσίους νενικηκότας ἤδη κοινῇ κατεστρατοπέδευσαν. Δουκέτιος δὲ διὰ τὴν ἧτταν τοῖς ὅλοις συντριβείς, καὶ τῶν στρατιωτῶν αὐτὸν τῶν μὲν καταλειπόντων, τῶν δʼ ἐπιβουλευόντων, εἰς τὴν ἐσχάτην ἦλθεν ἀπόγνωσιν.