Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀκούσαντες δʼ οἱ Ἕλληνες συνήδρευσαν περὶ μέσας νύκτας καὶ ἐβουλεύοντο περὶ τῶν ἐπιφερομένων κινδύνων. ἔνιοι μὲν οὖν ἔφασαν δεῖν παραχρῆμα καταλιπόντας τὰς παρόδους διασώζεσθαι πρὸς τοὺς συμμάχους· ἀδύνατον γὰρ εἶναι τοῖς μείνασι τυχεῖν σωτηρίας· Λεωνίδης δὲ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων φιλοτιμούμενος αὑτῷ τε δόξαν περιθεῖναι μεγάλην καὶ τοῖς Σπαρτιάταις, προσέταξε τοὺς μὲν ἄλλους Ἕλληνας ἅπαντας ἀπιέναι καὶ σώζειν ἑαυτούς, ἵνα κατὰ τὰς ἄλλας μάχας συναγωνίζωνται τοῖς Ἕλλησιν, αὐτοὺς δὲ τοὺς Λακεδαιμονίους ἔφησε δεῖν μένειν καὶ τὴν φυλακὴν τῶν παρόδων μὴ λιπεῖν· πρέπειν γὰρ τοὺς ἡγουμένους τῆς Ἑλλάδος ὑπὲρ τῶν πρωτείων ἀγωνιζομένους ἀποθνήσκειν ἑτοίμως.

εὐθὺς οὖν οἱ μὲν ἄλλοι πάντες ἀπηλλάγησαν, ὁ δὲ Λεωνίδης μετὰ τῶν πολιτῶν ἡρωικὰς πράξεις καὶ παραδόξους ἐπετελέσατο. ὀλίγων δʼ ὄντων Λακεδαιμονίων, Θεσπιεῖς γὰρ μόνους παρακατέσχε, καὶ τοὺς σύμπαντας ἔχων οὐ πλείους τῶν πεντακοσίων, ἕτοιμος ἦν ὑποδέξασθαι τὸν ὑπὲρ τῆς Ἑλλάδος θάνατον.

μετὰ δὲ ταῦτα οἱ μὲν μετὰ τοῦ Τραχινίου Πέρσαι περιελθόντες τὰς δυσχωρίας ἄφνω τοὺς περὶ τὸν Λεωνίδην ἀπέλαβον εἰς τὸ μέσον, οἱ δʼ Ἕλληνες τὴν μὲν σωτηρίαν ἀπογνόντες, τὴν δʼ εὐδοξίαν ἑλόμενοι, μιᾷ φωνῇ τὸν ἡγούμενον ἠξίουν ἄγειν ἐπὶ τοὺς πολεμίους, πρὶν ἢ γνῶναι τοὺς Πέρσας τὴν τῶν ἰδίων περίοδον.

Λεωνίδης δὲ τὴν ἑτοιμότητα τῶν στρατιωτῶν ἀποδεξάμενος, τούτοις παρήγγειλε ταχέως ἀριστοποιεῖσθαι, ὡς ἐν ᾅδου δειπνησομένους· αὐτὸς δʼ ἀκολούθως τῇ παραγγελίᾳ τροφὴν προσηνέγκατο, νομίζων οὕτω δυνήσεσθαι πολὺν χρόνον ἰσχύειν καὶ φέρειν τὴν ἐν τοῖς κινδύνοις ὑπομονήν. ἐπεὶ δὲ συντόμως ἀναλαβόντες αὑτοὺς ἕτοιμοι πάντες ὑπῆρξαν, παρήγγειλε τοῖς στρατιώταις εἰσπεσόντας εἰς τὴν παρεμβολὴν φονεύειν τοὺς ἐντυγχάνοντας καὶ ἐπʼ αὐτὴν ὁρμῆσαι τὴν τοῦ βασιλέως σκηνήν.