Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Βίων, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Πούπλιος Σερουίλιος Στροῦκτος καὶ Λεύκιος Αἰβούτιος Ἄλβας. ἐπὶ δὲ τούτων Κορινθίοις καὶ Μεγαρεῦσι περὶ χώρας ὁμόρου γενομένης ἀμφισβητήσεως, εἰς πόλεμον αἱ πόλεις ἐνέπεσον.

τὸ μὲν οὖν πρῶτον τὴν χώραν ἀλλήλων διετέλουν λεηλατοῦντες καὶ κατʼ ὀλίγους συμπλοκὰς ποιούμενοι· αὐξομένης δὲ τῆς διαφορᾶς οἱ Μεγαρεῖς ἀεὶ μᾶλλον ἐλαττούμενοι καὶ τοὺς Κορινθίους φοβούμενοι, συμμάχους ἐποιήσαντο τοὺς Ἀθηναίους.

διὸ καὶ πάλιν τῶν πόλεων ἐφαμίλλων ταῖς δυνάμεσι γενομένων, καὶ τῶν Κορινθίων μετὰ Πελοποννησίων ἀξιολόγῳ δυνάμει στρατευσάντων εἰς τὴν Μεγαρικήν, Ἀθηναῖοι συμμαχίαν ἔπεμψαν τοῖς Μεγαρεῦσιν, ἧς ἡγεῖτο Μυρωνίδης, ἀνὴρ ἐπʼ ἀρετῇ θαυμαζόμενος· γενομένης δὲ παρατάξεως ἰσχυρᾶς ἐπὶ πολὺν χρόνον, καὶ ταῖς ἀνδραγαθίαις ἑκατέρων ἐξισουμένων, τὸ τελευταῖον ἐνίκησαν Ἀθηναῖοι καὶ πολλοὺς ἀνεῖλον τῶν πολεμίων.

οἱ Φωκεῖς ἐνεστήσαντο πόλεμον πρὸς Δωριεῖς, τοὺς προγόνους μὲν Λακεδαιμονίων, οἰκοῦντας δὲ πόλεις τρεῖς, Κυτίνιον καὶ Βοιὸν καὶ Ἐρινεόν, κειμένας ὑπὸ τὸν λόφον τὸν ὀνομαζόμενον Παρνασσόν.

τὸ μὲν οὖν πρῶτον βίᾳ χειρωσάμενοι τοὺς Δωριεῖς, κατέσχον αὐτῶν τὰς πόλεις· μετὰ δὲ ταῦτα Λακεδαιμόνιοι μὲν Νικομήδην τὸν Κλεομένους ἐξέπεμψαν βοηθήσοντα τοῖς Δωριεῦσι διὰ τὴν συγγένειαν· εἶχε δʼ οὗτος Λακεδαιμονίους μὲν χιλίους πεντακοσίους, παρὰ δὲ τῶν ἄλλων Πελοποννησίων μυρίους.

οὗτος μὲν οὖν ἐπίτροπος ὢν Πλειστώνακτος τοῦ βασιλέως παιδὸς ὄντος, μετὰ τοσαύτης δυνάμεως ἐβοήθησε τοῖς Δωριεῦσι, νικήσας δὲ τοὺς Φωκεῖς καὶ τὰς πόλεις ἀνακτησάμενος τούς τε Φωκεῖς καὶ Δωριεῖς διήλλαξεν.