Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

κατὰ δὲ τὴν Σικελίαν Συρακόσιοι μὲν πολεμοῦντες τοῖς ἀφεστηκόσι ξένοις συνεχεῖς προσβολὰς ἐποιοῦντο τῇ τε Ἀχραδινῇ καὶ τῇ Νήσῳ, καὶ ναυμαχίᾳ μὲν ἐνίκησαν τοὺς ἀποστάντας, πεζῇ δʼ οὐκ ἴσχυον ἐκβαλεῖν ἐκ τῆς πόλεως διὰ τὴν ὀχυρότητα τῶν τόπων.

μετὰ δὲ ταῦτα παρατάξεως γενομένης ἐπὶ τῆς χώρας, καὶ τῶν ἀγωνιζομένων παρʼ ἀμφοτέροις ἐκθύμως κινδυνευόντων, πεσεῖν συνέβη οὐκ ὀλίγους παρʼ ἀμφοτέροις, νικῆσαι δὲ τοὺς Συρακοσίους. μετὰ δὲ τὴν μάχην οἱ Συρακόσιοι τοὺς μὲν ἐπιλέκτους, ὄντας ἑξακοσίους, αἰτίους γενομένους τῆς νίκης, ἐστεφάνωσαν ἀριστεῖα δόντες ἀργυρίου μνᾶν ἑκάστῳ.

ἅμα δὲ τούτοις πραττομένοις Δουκέτιος μὲν ὁ τῶν Σικελῶν ἡγεμών, χαλεπῶς ἔχων τοῖς τὴν Κατάνην οἰκοῦσι διὰ τὴν ἀφαίρεσιν τῆς τῶν Σικελῶν χώρας, ἐστράτευσεν ἐπʼ αὐτούς. ὁμοίως δὲ καὶ τῶν Συρακοσίων στρατευσάντων ἐπὶ τὴν Κατάνην, οὗτοι μὲν κοινῇ κατεκληρούχησαν τὴν χώραν καὶ τοὺς κατοικισθέντας ὑφʼ Ἱέρωνος τοῦ δυνάστου ἐπολέμουν· ἀντιταχθέντων δὲ τῶν ἐν τῇ Κατάνῃ καὶ λειφθέντων πλείοσι μάχαις, οὗτοι μὲν ἐξέπεσον ἐκ τῆς Κατάνης, καὶ τὴν νῦν οὖσαν Αἴτνην ἐκτήσαντο, πρὸ τούτου καλουμένην Ἴνησσαν, οἱ δʼ ἐξ ἀρχῆς ἐκ τῆς Κατάνης ὄντες ἐκομίσαντο πολλῷ χρόνῳ τὴν πατρίδα.

τούτων δὲ πραχθέντων οἱ κατὰ τὴν Ἱέρωνος δυναστείαν ἐκπεπτωκότες ἐκ τῶν ἰδίων πόλεων ἔχοντες τοὺς συναγωνιζομένους κατῆλθον εἰς τὰς πατρίδας, καὶ τοὺς ἀδίκως τὰς ἀλλοτρίας πόλεις ἀφῃρημένους ἐξέβαλον ἐκ τῶν πόλεων· τούτων δʼ ἦσαν Γελῷοι καὶ Ἀκραγαντῖνοι καὶ Ἱμεραῖοι.