Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὗτος δὲ τὸ μὲν πρῶτον ἐκ τῶν ἐγχωρίων κατέλεγε στρατιώτας, μετὰ δὲ ταῦτα καὶ μισθοφόρους ἐκ τῶν ἀλλοεθνῶν ἀθροίζων κατεσκεύαζε δύναμιν ἀξιόχρεων. ἔπεμψε δὲ καὶ πρὸς Ἀθηναίους πρέσβεις περὶ συμμαχίας, ὑπισχνούμενος αὐτοῖς, ἐὰν ἐλευθερώσωσι τοὺς Αἰγυπτίους, κοινὴν αὐτοῖς παρέξεσθαι τὴν βασιλείαν καὶ πολλαπλασίους τῆς εὐεργεσίας ἀποδώσειν χάριτας.

οἱ δὲ Ἀθηναῖοι κρίναντες συμφέρειν αὐτοῖς τοὺς μὲν Πέρσας εἰς τὸ δυνατὸν ταπεινοῦν, τοὺς δὲ Αἰγυπτίους ἰδίους ἑαυτοῖς παρασκευάσαι πρὸς τὰ παράλογα τῆς τύχης, ἐψηφίσαντο τριακοσίαις τριήρεσι βοηθεῖν τοῖς Αἰγυπτίοις.

οἱ μὲν οὖν Ἀθηναῖοι μετὰ πολλῆς προθυμίας περὶ τὴν τοῦ στόλου παρασκευὴν ἐγίνοντο. Ἀρταξέρξης δὲ πυθόμενος τὴν ἀπόστασιν τῶν Αἰγυπτίων καὶ τὰς εἰς τὸν πόλεμον παρασκευάς, ἔκρινε δεῖν τῷ μεγέθει τῶν δυνάμεων ὑπερᾶραι τοὺς Αἰγυπτίους. εὐθὺς οὖν ἐξ ἁπασῶν τῶν σατραπειῶν κατέλεγε στρατιώτας καὶ ναῦς κατεσκεύαζε, καὶ τῆς ἄλλης ἁπάσης παρασκευῆς ἐπιμέλειαν ἐποιεῖτο. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν καὶ τὴν Αἴγυπτον ἐν τούτοις ἦν.