Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Τληπολέμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Κόιντον Σερουίλιον Στροῦκτον. ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁ βασιλεὺς τῶν Περσῶν ἄρτι τὴν βασιλείαν ἀνακτησάμενος, τὸ μὲν πρῶτον κολάσας τοὺς μετεσχηκότας τῆς τοῦ πατρὸς ἀναιρέσεως διέταξε τὰ κατὰ τὴν βασιλείαν συμφερόντως αὐτῷ.

τῶν μὲν γὰρ ὑπαρχόντων σατραπῶν τοὺς ἀλλοτρίως ἔχοντας πρὸς αὐτὸν ἀπέστησε, τῶν δὲ αὑτοῦ φίλων ἐπιλέξας τοὺς εὐθέτους παρέδωκε τὰς σατραπείας. ἐπεμελήθη δὲ καὶ τῶν προσόδων καὶ τῆς δυνάμεων κατασκευῆς, καὶ καθόλου τὴν βασιλείαν ὅλην ἐπιεικῶς διοικῶν μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς Πέρσαις.

οἱ δὲ τὴν Αἴγυπτον κατοικοῦντες πυθόμενοι τὴν Ξέρξου τελευτὴν καὶ τὴν ὅλην ἐπίθεσιν καὶ ταραχὴν ἐν τῇ βασιλείᾳ τῶν Περσῶν, ἔκριναν ἀντέχεσθαι τῆς ἐλευθερίας. εὐθὺς οὖν ἀθροίσαντες δύναμιν ἀπέστησαν τῶν Περσῶν, καὶ τοὺς φορολογοῦντας τὴν Αἴγυπτον τῶν Περσῶν ἐκβαλόντες κατέστησαν βασιλέα τὸν ὀνομαζόμενον Ἰναρώ.

οὗτος δὲ τὸ μὲν πρῶτον ἐκ τῶν ἐγχωρίων κατέλεγε στρατιώτας, μετὰ δὲ ταῦτα καὶ μισθοφόρους ἐκ τῶν ἀλλοεθνῶν ἀθροίζων κατεσκεύαζε δύναμιν ἀξιόχρεων. ἔπεμψε δὲ καὶ πρὸς Ἀθηναίους πρέσβεις περὶ συμμαχίας, ὑπισχνούμενος αὐτοῖς, ἐὰν ἐλευθερώσωσι τοὺς Αἰγυπτίους, κοινὴν αὐτοῖς παρέξεσθαι τὴν βασιλείαν καὶ πολλαπλασίους τῆς εὐεργεσίας ἀποδώσειν χάριτας.

οἱ δὲ Ἀθηναῖοι κρίναντες συμφέρειν αὐτοῖς τοὺς μὲν Πέρσας εἰς τὸ δυνατὸν ταπεινοῦν, τοὺς δὲ Αἰγυπτίους ἰδίους ἑαυτοῖς παρασκευάσαι πρὸς τὰ παράλογα τῆς τύχης, ἐψηφίσαντο τριακοσίαις τριήρεσι βοηθεῖν τοῖς Αἰγυπτίοις.

οἱ μὲν οὖν Ἀθηναῖοι μετὰ πολλῆς προθυμίας περὶ τὴν τοῦ στόλου παρασκευὴν ἐγίνοντο. Ἀρταξέρξης δὲ πυθόμενος τὴν ἀπόστασιν τῶν Αἰγυπτίων καὶ τὰς εἰς τὸν πόλεμον παρασκευάς, ἔκρινε δεῖν τῷ μεγέθει τῶν δυνάμεων ὑπερᾶραι τοὺς Αἰγυπτίους. εὐθὺς οὖν ἐξ ἁπασῶν τῶν σατραπειῶν κατέλεγε στρατιώτας καὶ ναῦς κατεσκεύαζε, καὶ τῆς ἄλλης ἁπάσης παρασκευῆς ἐπιμέλειαν ἐποιεῖτο. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν καὶ τὴν Αἴγυπτον ἐν τούτοις ἦν.