Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τίς γὰρ ἕτερος, τῆς Σπάρτης πλέον ἰσχυούσης καὶ τοῦ ναυτικοῦ τὴν ἡγεμονίαν ἔχοντος Εὐρυβιάδου τοῦ Σπαρτιάτου, ταῖς ἰδίαις πράξεσιν ἀφείλετʼ ἂν τῆς Σπάρτης ταύτην τὴν δόξαν; τίνα δʼ ἄλλον ἱστορήκαμεν μιᾷ πράξει ποιήσαντα διενεγκεῖν αὑτὸν μὲν τῶν ἡγεμόνων, τὴν δὲ πόλιν τῶν Ἑλληνίδων πόλεων, τοὺς δʼ Ἕλληνας τῶν βαρβάρων; ἐπὶ τίνος δὲ στρατηγοῦντος ἐλάττονας ἀφορμὰς ἢ μείζονας κινδύνους συνέβη γενέσθαι;

τίς δὲ πρὸς ἅπασαν τὴν ἐκ τῆς Ἀσίας δύναμιν ἀναστάτῳ τῇ πόλει παραταχθεὶς ἐνίκησε; τίς δὲ τοῖς ἔργοις ἐν εἰρήνῃ τὴν πατρίδα δυνατὴν κατεσκεύασε τοιούτοις; τίς δὲ πολέμου μεγίστου κατασχόντος αὐτὴν διέσωσε, μιᾷ δʼ ἐπινοίᾳ τῇ περὶ τοῦ ζεύγματος γενομένῃ τὴν πεζὴν τῶν πολεμίων δύναμιν ἐξ ἡμίσους μέρους ἐταπείνωσεν, ὥστʼ εὐχείρωτον γενέσθαι τοῖς Ἕλλησι;

διόπερ ὅταν τὸ μέγεθος τῶν ἔργων αὐτοῦ θεωρήσωμεν, καὶ σκοποῦντες τὰ κατὰ μέρος εὕρωμεν ἐκεῖνον μὲν ὑπὸ τῆς πόλεως ἠτιμασμένον, τὴν δὲ πόλιν διὰ τὰς ἐκείνου πράξεις ἐπαιρομένην, εἰκότως τὴν δοκοῦσαν εἶναι τῶν ἁπασῶν πόλεων σοφωτάτην καὶ ἐπιεικεστάτην χαλεπωτάτην πρὸς ἐκεῖνον εὑρίσκομεν γεγενημένην.

περὶ μὲν οὖν τῆς Θεμιστοκλέους ἀρετῆς εἰ καὶ πεπλεονάκαμεν παρεκβάντες, ἀλλʼ οὖν οὐκ ἄξιον ἐκρίναμεν τὴν ἀρετὴν αὐτοῦ παραλιπεῖν ἀνεπισήμαντον· ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἰταλίαν Μίκυθος μὲν ὁ τὴν δυναστείαν ἔχων Ῥηγίου καὶ Ζάγκλης πόλιν ἔκτισε Πυξοῦντα.