Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

δόξας δὲ παραδόξως ὑπʼ ἐχθροῦ διασεσῶσθαι, πάλιν εἰς μείζονας κινδύνους ἐνέπεσε διὰ τοιαύτας αἰτίας· Μανδάνη Δαρείου μὲν ἦν θυγάτηρ τοῦ φονεύσαντος τοὺς μάγους, ἀδελφὴ δὲ γνησία τοῦ Ξέρξου, μεγίστης δʼ ἀποδοχῆς τυγχάνουσα παρὰ τοῖς Πέρσαις.

αὕτη τῶν υἱῶν ἐστερημένη καθʼ ὃν καιρὸν Θεμιστοκλῆς περὶ Σαλαμῖνα κατεναυμάχησε τὸν στόλον τῶν Περσῶν, χαλεπῶς ἔφερε τὴν ἀναίρεσιν τῶν τέκνων, καὶ διὰ τὸ μέγεθος τῆς συμφορᾶς ἠλεεῖτο παρὰ τοῖς πλήθεσιν.

αὕτη πυθομένη τὴν παρουσίαν τοῦ Θεμιστοκλέους, ἦλθεν εἰς τὰ βασίλεια πενθίμην ἐσθῆτα λαβοῦσα, καὶ μετὰ δακρύων ἱκέτευε τὸν ἀδελφὸν ἐπιθεῖναι τιμωρίαν τῷ Θεμιστοκλεῖ. ὡς δʼ οὐ προσεῖχεν αὐτῇ, περιῄει τοὺς ἀρίστους τῶν Περσῶν ἀξιοῦσα καὶ καθόλου τὰ πλήθη παροξύνουσα πρὸς τὴν τοῦ Θεμιστοκλέους τιμωρίαν.

τοῦ δʼ ὄχλου συνδραμόντος ἐπὶ τὰ βασίλεια καὶ μετὰ κραυγῆς ἐξαιτοῦντος ἐπὶ τιμωρίαν τὸν Θεμιστοκλέα, ὁ μὲν βασιλεὺς ἀπεκρίνατο δικαστήριον καταστήσειν ἐκ τῶν ἀρίστων Περσῶν, καὶ τὸ κριθὲν τεύξεσθαι συντελείας·

πάντων δὲ συνευδοκησάντων, καὶ δοθέντος ἱκανοῦ χρόνου εἰς τὴν παρασκευὴν τῆς κρίσεως, ὁ μὲν Θεμιστοκλῆς μαθὼν τὴν Περσίδα διάλεκτον, καὶ ταύτῃ χρησάμενος κατὰ τὴν ἀπολογίαν, ἀπελύθη τῶν ἐγκλημάτων.

ὁ δὲ βασιλεὺς περιχαρὴς γενόμενος ἐπὶ τῇ σωτηρίᾳ τἀνδρὸς μεγάλαις αὐτὸν δωρεαῖς ἐτίμησε· γυναῖκα γὰρ αὐτῷ πρὸς γάμου κοινωνίαν ἔζευξε Περσίδα, εὐγενείᾳ τε καὶ κάλλει διαφέρουσαν, ἔτι δὲ κατʼ ἀρετὴν ἐπαινουμένην, οἰκετῶν τε πλῆθος --- πρὸς διακονίαν καὶ παντοδαπῶν ἐκπωμάτων καὶ τὴν ἄλλην χορηγίαν πρὸς ἀπόλαυσιν καὶ τρυφὴν ἁρμόζουσαν.

ἐδωρήσατο δʼ αὐτῷ καὶ πόλεις τρεῖς πρὸς διατροφὴν καὶ ἀπόλαυσιν εὐθέτους, Μαγνησίαν μὲν τὴν ἐπὶ τῷ Μαιάνδρῳ, πλεῖστον τῶν κατὰ τὴν Ἀσίαν πόλεων ἔχουσαν σῖτον, εἰς ἄρτους, Μυοῦντα δὲ εἰς ὄψον, ἔχουσαν θάλατταν εὔιχθυν, Λάμψακον δέ, ἀμπελόφυτον ἔχουσαν χώραν πολλήν, εἰς οἶνον.