Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Ἀδείμαντος, ἐν Ῥώμῃ δὲ κατεστάθησαν ὕπατοι Μάρκος Φάβιος Οὐιβλανὸς καὶ Λεύκιος Οὐαλέριος Πόπλιος. ἐπὶ δὲ τούτων Θεμιστοκλῆς διὰ τὴν στρατηγίαν καὶ ἀγχίνοιαν ἀποδοχῆς ἔτυχεν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς Ἕλλησι.

διὸ καὶ μετεωριζόμενος ἐπὶ τῇ δόξῃ πολὺ μείζοσιν ἄλλαις ἐπιβολαῖς ἐχρήσατο πρὸς αὔξησιν ἡγεμονίας ἀνηκούσαις τῇ πατρίδι. τοῦ γὰρ καλουμένου Πειραιῶς οὐκ ὄντος λιμένος κατʼ ἐκείνους τοὺς χρόνους, ἀλλʼ ἐπινείῳ χρωμένων τῶν Ἀθηναίων τῷ προσαγορευομένῳ Φαληρικῷ, μικρῷ παντελῶς ὄντι, ἐπενόησε τὸν Πειραιᾶ κατασκευάζειν λιμένα, μικρᾶς μὲν προσδεόμενον κατασκευῆς, δυνάμενον δὲ γενέσθαι λιμένα κάλλιστον καὶ μέγιστον τῶν κατὰ τὴν Ἑλλάδα.

ἤλπιζεν οὖν τούτου προσγενομένου τοῖς Ἀθηναίοις δυνήσεσθαι τὴν πόλιν ἀντιποιήσασθαι τῆς κατὰ θάλατταν ἡγεμονίας· τριήρεις γὰρ τότε πλείστας ἐκέκτηντο, καὶ διὰ τὴν συνέχειαν τῶν ναυμαχιῶν ἐμπειρίαν καὶ δόξαν μεγάλην τῶν ναυτικῶν ἀγώνων περιεπεποίηντο.

πρὸς δὲ τούτοις τοὺς μὲν Ἴωνας ὑπελάμβανε διὰ τὴν συγγένειαν ἰδίους ἕξειν, τοὺς δὲ ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας διʼ ἐκείνους ἐλευθερώσειν, ἀποκλινεῖν τε ταῖς εὐνοίαις πρὸς τοὺς Ἀθηναίους διὰ τὴν εὐεργεσίαν, τοὺς δὲ νησιώτας ἅπαντας καταπεπληγμένους τὸ μέγεθος τῆς ναυτικῆς δυνάμεως ἑτοίμως ταχθήσεσθαι μετὰ τῶν δυναμένων καὶ βλάπτειν καὶ ὠφελεῖν τὰ μέγιστα.

τοὺς γὰρ Λακεδαιμονίους ἑώρα περὶ μὲν τὰς πεζὰς δυνάμεις εὖ κατεσκευασμένους, πρὸς δὲ τοὺς ἐν ταῖς ναυσὶν ἀγῶνας ἀφυεστάτους.