Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἦν γὰρ ἐκ μὲν τῶν δεξιῶν γεώλοφος ὑψηλός, ἐκ δὲ τῶν εὐωνύμων ὁ Ἀσωπὸς ποταμός· τὸν δʼ ἀνὰ μέσον τόπον ἐπεῖχεν ἡ στρατοπεδεία, πεφραγμένη τῇ φύσει καὶ ταῖς τῶν τόπων ἀσφαλείαις.

τοῖς μὲν οὖν Ἕλλησιν ἐμφρόνως βουλευσαμένοις πολλὰ συνεβάλετο πρὸς τὴν νίκην ἡ τῶν τόπων στενοχωρία· οὐ γὰρ ἦν ἐπὶ πολὺ μῆκος παρεκτείνειν τὴν φάλαγγα τῶν Περσῶν, ὥστε ἀχρήστους εἶναι συνέβαινε τὰς πολλὰς μυριάδας τῶν βαρβάρων. διόπερ οἱ περὶ τὸν Παυσανίαν καὶ Ἀριστείδην θαρρήσαντες τοῖς τόποις προῆγον τὴν δύναμιν εἰς τὴν μάχην, καὶ συντάξαντες ἑαυτοὺς οἰκείως τῆς περιστάσεως ἦγον ἐπὶ τοὺς πολεμίους.

Μαρδόνιος δὲ συναναγκαζόμενος βαθεῖαν ποιῆσαι τὴν φάλαγγα, διέταξε τὴν δύναμιν ὅπως ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν, καὶ μετὰ βοῆς ἀπήντησε τοῖς Ἕλλησιν. ἔχων δὲ περὶ αὐτὸν τοὺς ἀρίστους πρῶτος ἐνέβαλεν εἰς τοὺς ἀντιτεταγμένους Λακεδαιμονίους, καὶ γενναίως ἀγωνισάμενος πολλοὺς ἀνεῖλε τῶν Ἑλλήνων· ἀντιταχθέντων δὲ τῶν Λακεδαιμονίων εὐρώστως, καὶ πάντα κίνδυνον ὑπομενόντων προθύμως, πολὺς ἐγίνετο φόνος τῶν βαρβάρων.

ἕως μὲν οὖν συνέβαινε τὸν Μαρδόνιον μετὰ τῶν ἐπιλέκτων προκινδυνεύειν, εὐψύχως ὑπέμενον τὸ δεινὸν οἱ βάρβαροι· ἐπεὶ δʼ ὅ τε Μαρδόνιος ἀγωνιζόμενος ἐκθύμως ἔπεσε καὶ τῶν ἐπιλέκτων οἱ μὲν ἀπέθανον, οἱ δὲ κατετρώθησαν, ἀνατραπέντες ταῖς ψυχαῖς πρὸς φυγὴν ὥρμησαν.

ἐπικειμένων δὲ τῶν Ἑλλήνων, οἱ μὲν πλείους τῶν βαρβάρων εἰς τὸ ξύλινον τεῖχος συνέφυγον, τῶν δʼ ἄλλων οἱ μὲν μετὰ Μαρδονίου ταχθέντες Ἕλληνες εἰς τὰς Θήβας ἀνεχώρησαν, τοὺς δὲ λοιποὺς ὄντας πλείους τῶν τετρακισμυρίων ἀναλαβὼν Ἀρτάβαζος, ἀνὴρ παρὰ Πέρσαις ἐπαινούμενος, εἰς θάτερον μέρος ἔφυγε, καὶ σύντονον τὴν ἀναχώρησιν ποιησάμενος προῆγεν ἐπὶ τῆς Φωκίδος.