Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Μαρδόνιος δὲ πυθόμενος τὴν τῶν πολεμίων δύναμιν προάγειν ἐπὶ Βοιωτίας, προῆλθεν ἐκ τῶν Θηβῶν· καὶ παραγενόμενος ἐπὶ τὸν Ἀσωπὸν ποταμὸν ἔθετο παρεμβολήν, ἣν ὠχύρωσε τάφρῳ βαθείᾳ καὶ τείχει ξυλίνῳ περιέλαβεν. ἦν δὲ ὁ σύμπας ἀριθμὸς τῶν μὲν Ἑλλήνων εἰς δέκα μυριάδας, τῶν δὲ βαρβάρων εἰς πεντήκοντα.

πρῶτοι δὲ κατήρξαντο μάχης οἱ βάρβαροι νυκτὸς ἐκχυθέντες ἐπʼ αὐτοὺς καὶ πᾶσι τοῖς ἱππεῦσι πρὸς τὴν στρατοπεδείαν ἐπελάσαντες. τῶν δὲ Ἀθηναίων προαισθομένων καὶ συντεταγμένῃ τῇ στρατιᾷ τεθαρρηκότως ἀπαντώντων, συνέβη καρτερὰν γενέσθαι μάχην.

τέλος δὲ τῶν Ἑλλήνων οἱ μὲν ἄλλοι πάντες τοὺς καθʼ αὑτοὺς ταχθέντας τῶν βαρβάρων ἐτρέψαντο, μόνοι δὲ Μεγαρεῖς πρός τε τὸν ἵππαρχον καὶ τοὺς ἀρίστους τῶν Περσῶν ἱππεῖς ἀνθεστῶτες, καὶ πιεζόμενοι τῇ μάχῃ, τὴν μὲν τάξιν οὐ κατέλιπον, πρὸς δὲ τοὺς Ἀθηναίους καὶ Λακεδαιμονίους πέμψαντές τινας ἐξ αὐτῶν ᾔτουν κατὰ τάχος βοηθῆσαι.

Ἀριστείδου δὲ τοὺς περὶ αὐτὸν τῶν Ἀθηναίων ταχέως ἀποστείλαντος τοὺς ἐπιλέκτους, συστραφέντες οὗτοι καὶ προσπεσόντες τοῖς βαρβάροις τοὺς μὲν Μεγαρεῖς ἐξείλοντο τῶν κινδύνων τῶν ἐπικειμένων, τῶν δὲ Περσῶν αὐτόν τε τὸν ἵππαρχον καὶ πολλοὺς ἄλλους ἀποκτείναντες τοὺς λοιποὺς ἐτρέψαντο. οἱ μὲν οὖν Ἕλληνες, ὡσπερεί τινι προαγῶνι λαμπρῶς προτερήσαντες, εὐέλπιδες ἐγένοντο περὶ τῆς ὁλοσχεροῦς νίκης· μετὰ δὲ ταῦτα ἐκ τῆς ὑπωρείας μετεστρατοπέδευσαν εἰς ἕτερον τόπον εὐθετώτερον πρὸς τὴν ὁλοσχερῆ νίκην.

ἦν γὰρ ἐκ μὲν τῶν δεξιῶν γεώλοφος ὑψηλός, ἐκ δὲ τῶν εὐωνύμων ὁ Ἀσωπὸς ποταμός· τὸν δʼ ἀνὰ μέσον τόπον ἐπεῖχεν ἡ στρατοπεδεία, πεφραγμένη τῇ φύσει καὶ ταῖς τῶν τόπων ἀσφαλείαις.

τοῖς μὲν οὖν Ἕλλησιν ἐμφρόνως βουλευσαμένοις πολλὰ συνεβάλετο πρὸς τὴν νίκην ἡ τῶν τόπων στενοχωρία· οὐ γὰρ ἦν ἐπὶ πολὺ μῆκος παρεκτείνειν τὴν φάλαγγα τῶν Περσῶν, ὥστε ἀχρήστους εἶναι συνέβαινε τὰς πολλὰς μυριάδας τῶν βαρβάρων. διόπερ οἱ περὶ τὸν Παυσανίαν καὶ Ἀριστείδην θαρρήσαντες τοῖς τόποις προῆγον τὴν δύναμιν εἰς τὴν μάχην, καὶ συντάξαντες ἑαυτοὺς οἰκείως τῆς περιστάσεως ἦγον ἐπὶ τοὺς πολεμίους.