Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

διὸ καὶ πολλοὶ τῶν συγγραφέων παραβάλλουσι ταύτην τὴν μάχην τῇ περὶ Πλαταιὰς γενομένῃ τοῖς Ἕλλησι καὶ στρατήγημα τὸ Γέλωνος τοῖς ἐπινοήμασι τοῖς Θεμιστοκλέους, καὶ τὸ πρωτεῖον διὰ τὰς ἀμφοτέρων ὑπερβολὰς τῆς ἀρετῆς οἱ μὲν τούτοις, οἱ δὲ τοῖς ἑτέροις ἀπονέμουσι.

καὶ γὰρ τῶν κατὰ τὴν Ἑλλάδα καὶ τῶν κατὰ τὴν Σικελίαν πρὸ τῆς μάχης καταπεπληγμένων τὸ πλῆθος τῶν βαρβαρικῶν δυνάμεων, οἱ κατὰ Σικελίαν πρότερον νικήσαντες ἐποίησαν τοὺς κατὰ τὴν Ἑλλάδα θαρρῆσαι, πυθομένους τὴν τοῦ Γέλωνος νίκην· καὶ τῶν τὴν ὅλην ἡγεμονίαν παρʼ ἀμφοτέροις ἐσχηκότων παρὰ μὲν τοῖς Πέρσαις συνέβη διαπεφευγέναι τὸν βασιλέα καὶ πολλὰς μυριάδας μετʼ αὐτοῦ, παρὰ δὲ τοῖς Καρχηδονίοις μὴ μόνον ἀπολέσθαι τὸν στρατηγόν, ἀλλὰ καὶ τοὺς μετασχόντας τοῦ πολέμου κατακοπῆναι, καὶ τὸ δὴ λεγόμενον μηδὲ ἄγγελον εἰς τὴν Καρχηδόνα διασωθῆναι.

πρὸς δὲ τούτοις τοὺς ἐπιφανεστάτους τῶν ἡγεμόνων παρὰ μὲν τοῖς Ἕλλησι Παυσανίαν καὶ Θεμιστοκλέα, τὸν μὲν ὑπὸ τῶν ἰδίων πολιτῶν θανατωθῆναι διὰ πλεονεξίαν καὶ προδοσίαν, τὸν δʼ ἐξ ἁπάσης τῆς Ἑλλάδος ἐξελαθέντα καταφυγεῖν πρὸς τὸν ἐχθρότατον Ξέρξην καὶ παρʼ ἐκείνῳ βιῶσαι μέχρι τῆς τελευτῆς, Γέλωνα δὲ μετὰ τὴν μάχην ἀεὶ καὶ μᾶλλον ἀποδοχῆς τυγχάνοντα παρὰ τοῖς Συρακοσίοις ἐγγηρᾶσαι τῇ βασιλείᾳ καὶ τελευτῆσαι θαυμαζόμενον, καὶ τοσοῦτον ἰσχῦσαι τὴν πρὸς αὐτὸν εὔνοιαν παρὰ τοῖς πολίταις, ὥστε καὶ τρισὶν ἐκ τῆς οἰκίας τῆς ἐκείνου τὴν ἀρχὴν διαφυλαχθῆναι. ἀλλὰ γὰρ τούτων οἱ δικαίαν δόξαν κεκτημένοι τοὺς προσήκοντας ἐπαίνους καὶ παρʼ ἡμῶν ἔχουσιν, ἐπὶ δὲ τὸ συνεχὲς τοῖς προειρημένοις μεταβησόμεθα.