Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τέλος δὲ κοινοῦ δόγματος γενομένου περὶ Σαλαμῖνα ναυμαχεῖν, οἱ μὲν Ἕλληνες παρεσκευάζοντο τὰ πρὸς τοὺς Πέρσας καὶ πρὸς τὸν κίνδυνον. ὁ δʼ οὖν Εὐρυβιάδης παραλαβὼν τὸν Θεμιστοκλέα παρακαλεῖν ἐπεχείρει τὰ πλήθη καὶ προτρέπεσθαι πρὸς τὸν ἐπιφερόμενον κίνδυνον. οὐ μὴν τὸ πλῆθος ὑπήκουεν, ἀλλὰ πάντων καταπεπληγμένων τὸ μέγεθος τῶν Περσικῶν δυνάμεων οὐδεὶς προσεῖχε τοῖς ἡγεμόσιν, ἀλλʼ ἕκαστος ἐκ τῆς Σαλαμῖνος ἐκπλεῖν ἔσπευδεν εἰς τὴν Πελοπόννησον.

οὐδὲν δʼ ἧττον καὶ τὸ πεζὸν στρατόπεδον τῶν Ἑλλήνων ἐδεδίει τὰς τῶν πολεμίων δυνάμεις, ἥ τε τῶν περὶ Θερμοπύλας ἀπώλεια τῶν ἀξιολογωτάτων ἀνδρῶν παρείχετο κατάπληξιν, καὶ τὰ περὶ τὴν Ἀττικὴν συμπτώματα πρὸ ὀφθαλμῶν ὄντα πολλὴν ἀθυμίαν ἐνεποίει τοῖς Ἕλλησιν.

οἱ δὲ σύνεδροι τῶν Ἑλλήνων ὁρῶντες τὴν τῶν ὄχλων ταραχὴν καὶ τὴν ὅλην ἔκπληξιν, ἐψηφίσαντο διατειχίζειν τὸν Ἰσθμόν. καὶ ταχὺ τῶν ἔργων συντελεσθέντων διὰ τὴν προθυμίαν καὶ τὸ πλῆθος τῶν ἐργαζομένων, οἱ μὲν Πελοποννήσιοι ὠχύρουν τὸ τεῖχος, διατεῖνον ἐπὶ σταδίους τετταράκοντα ἀπὸ Λεχαίου μέχρι Κεγχρεῶν, οἱ δʼ ἐν τῇ Σαλαμῖνι διατρίβοντες μετὰ παντὸς τοῦ στόλου κατεπλάγησαν ἐπὶ τοσοῦτον, ὥστε μηκέτι πειθαρχεῖν τοῖς ἡγεμόσιν.