Epistles

Plato

Plato, creator. Platonis Opera Tomvs V Tetralogia VIII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1914.

ἔπειτα τὰ Δίωνος τοὺς οἰκείους ἔχειν ἠξίουν καὶ μὴ διανείμασθαι τοὺς διανειμαμένους, οὓς οἶσθα σύ· πρὸς δὲ τούτοις ᾤμην δεῖν τὰ κατʼ ἐνιαυτὸν ἕκαστον εἰωθότα αὐτῷ κομίζεσθαι καὶ μᾶλλον ἐγὼ ἔτι καὶ οὐχ ἧττον ἐμοῦ παραγενομένου πέμπεσθαι. τούτων οὐδενὸς τυγχάνων, ἠξίουν ἀπιέναι. τὸ μετὰ ταῦτα ἔπειθές με μεῖναι τὸν ἐνιαυτόν, φάσκων τὴν Δίωνος ἀποδόμενος οὐσίαν πᾶσαν τὰ μὲν ἡμίσεα ἀποπέμψειν εἰς Κόρινθον, τὰ δʼ ἄλλα τῷ παιδὶ καταλείψειν αὐτοῦ. πολλὰ ἔχων εἰπεῖν ὧν ὑποσχόμενος οὐδὲν ἐποίησας, διὰ τὸ πλῆθος αὐτῶν συντέμνω. τὰ γὰρ δὴ χρήματα πάντα ἀποδόμενος, οὐ πείσας Δίωνα, φάσκων οὐ πωλήσειν ἄνευ τοῦ πείθειν, τὸν κολοφῶνα, ὦ θαυμάσιε, ταῖς ὑποσχέσεσιν ἁπάσαις νεανικώτατον ἐπέθηκας· μηχανὴν γὰρ οὔτε καλὴν οὔτε κομψὴν οὔτε δικαίαν οὔτε συμφέρουσαν ηὗρες, ἐμὲ ἐκφοβεῖν ὡς ἀγνοοῦντα τὰ τότε γιγνόμενα, ἵνα μηδὲ ἐγὼ ζητοίην τὰ χρήματα ἀποπέμπεσθαι. ἡνίκα γὰρ Ἡρακλείδην ἐξέβαλες, οὔτε Συρακοσίοις δοκοῦν δικαίως οὔτʼ ἐμοί, διότι μετὰ Θεοδότου καὶ Εὐρυβίου συνεδεήθην σου μὴ ποιεῖν ταῦτα, ταύτην λαβὼν ὡς ἱκανὴν πρόφασιν, εἶπες ὅτι καὶ πάλαι σοι δῆλος εἴην σοῦ μὲν οὐδὲν φροντίζων, Δίωνος δὲ καὶ τῶν Δίωνος φίλων καὶ οἰκείων, καὶ ἐπειδὴ νῦν Θεοδότης καὶ Ἡρακλείδης ἐν διαβολαῖς εἶεν, οἰκεῖοι Δίωνος ὄντες, πᾶν μηχανῴμην ὅπως οὗτοι μὴ δώσουσιν δίκην. καὶ ταῦτα μὲν ταύτῃ περὶ τὰ πολιτικὰ κοινωνίας τῆς ἐμῆς καὶ σῆς· καὶ εἴ τινα ἑτέραν ἀλλοτριότητα ἐνεῖδες ἐν ἐμοὶ πρὸς σέ, εἰκότως οἴει ταύτῃ πάντα ταῦτα γεγονέναι. καὶ μὴ θαύμαζε· κακὸς γὰρ ἂν ἔχοντί γε νοῦν ἀνδρὶ φαινοίμην ἐνδίκως, πεισθεὶς ὑπὸ τοῦ μεγέθους τῆς σῆς ἀρχῆς τὸν μὲν παλαιὸν φίλον καὶ ξένον κακῶς πράττοντα διὰ σέ, μηδὲν σοῦ χείρω, ἵνα οὕτως εἴπω, τοῦτον μὲν προδοῦναι, σὲ δὲ τὸν ἀδικοῦντα ἑλέσθαι καὶ πᾶν δρᾶν ὅπῃ σὺ προσέταττες, ἕνεκα χρημάτων δῆλον ὅτι· οὐδὲν γὰρ ἂν ἕτερον ἔφησεν αἴτιόν τις εἶναι τῆς ἐμῆς μεταβολῆς, εἰ μετεβαλόμην. ἀλλὰ ταῦτα μὲν ταύτῃ γενόμενα τὴν ἐμὴν καὶ σὴν λυκοφιλίαν καὶ ἀκοινωνίαν διὰ σὲ ἀπηργάσατο.

σχεδὸν δʼ εἰς λόγον ὁ λόγος ἥκει μοι συνεχὴς τῷ νυνδὴ γενόμενος, περὶ οὗ μοι τὸ δεύτερον ἀπολογητέον ἔφην εἶναι. σκόπει δὴ καὶ πρόσεχε πάντως, ἄν σοί τι ψεύδεσθαι δόξω καὶ μὴ τἀληθῆ λέγειν. φημὶ γάρ σε Ἀρχεδήμου παρόντος ἐν τῷ κήπῳ καὶ Ἀριστοκρίτου, σχεδὸν ἡμέραις πρότερον εἴκοσι τῆς ἐμῆς ἐκ Συρακουσῶν οἴκαδʼ ἀποδημίας, ἃ νῦν δὴ λέγεις ἐμοὶ μεμφόμενος, ὡς Ἡρακλείδου τέ μοι καὶ τῶν ἄλλων πάντων μᾶλλον ἢ σοῦ μέλοι. καί με τούτων ἐναντίον διηρώτησας εἰ μνημονεύω, κατʼ ἀρχὰς ὅτʼ ἦλθον, κελεύων σε τὰς πόλεις τὰς Ἑλληνίδας κατοικίζειν· ἐγὼ δὲ συνεχώρουν μεμνῆσθαι καὶ ἔτι νῦν μοι δοκεῖν ταῦτʼ εἶναι βέλτιστα. ῥητέον δέ, ὦ Διονύσιε, καὶ τοὐπὶ τούτῳ τότε λεχθέν. ἠρόμην γὰρ δή σε πότερον αὐτὸ τοῦτό σοι συμβουλεύσαιμι μόνον ἤ τι καὶ ἄλλο πρὸς τούτῳ· σὺ δὲ καὶ μάλʼ ἀπεκρίνω μεμηνιμένως καὶ ὑβριστικῶς εἰς ἐμέ, ὡς ᾤου—διὸ τὸ τότε σοι ὕβρισμα νῦν ὕπαρ ἀντʼ ὀνείρατος γέγονεν—εἶπες δὲ καὶ μάλα πλαστῶς γελῶν, εἰ μέμνημαι, ὡς παιδευθέντα με ἐκέλευες ποιεῖν πάντα ταῦτα ἢ μὴ ποιεῖν. ἔφην ἐγὼ κάλλιστα μνημονεῦσαί σε. οὐκοῦν παιδευθέντα, ἔφησθα, γεωμετρεῖν, ἢ πῶς; κἀγὼ τὸ μετὰ ταῦτα ὃ ἐπῄει μοι εἰπεῖν οὐκ εἶπον, φοβούμενος μὴ σμικροῦ ῥήματος ἕνεκα τὸν ἔκπλουν ὃν προσεδόκων, μή μοι στενὸς γίγνοιτο ἀντʼ εὐρυχωρίας. ἀλλʼ οὖν ὧν ἕνεκα πάντʼ εἴρηται ταῦτʼ ἐστί· μή με διάβαλλε λέγων ὡς οὐκ εἴων ἐγώ σε πόλεις Ἑλληνίδας ἐρρούσας ὑπὸ βαρβάρων οἰκίζειν, οὐδὲ Συρακουσίους ἐπικουφίσαι βασιλείαν ἀντὶ τυραννίδος μεταστήσαντα. τούτων γὰρ οὔθʼ ἧττον ἐμοὶ πρέποντα ἔχοις ἄν ποτε λέγων μου καταψεύσασθαι, πρὸς δὲ τούτοις ἔτι σαφεστέρους τούτων εἰς ἔλεγχον λόγους ἐγὼ δοίην ἄν, εἴ τις ἱκανή που φαίνοιτο κρίσις, ὡς ἐγὼ μὲν ἐκέλευον, σὺ δʼ οὐκ ἤθελες πράττειν αὐτά· καὶ μὴν οὐ χαλεπὸν εἰπεῖν ἐναργῶς ὡς ἦν ταῦτα ἄριστα πραχθέντα καὶ σοὶ καὶ Συρακοσίοις καὶ Σικελιώταις πᾶσιν. ἀλλʼ ὦ τᾶν, εἰ μὲν μὴ φῂς εἰρηκέναι εἰρηκὼς ταῦτα, ἔχω τὴν δίκην· εἰ δʼ ὁμολογεῖς, τὸ μετὰ τοῦτο ἡγησάμενος εἶναι σοφὸν τὸν Στησίχορον, τὴν παλινῳδίαν αὐτοῦ μιμησάμενος, ἐκ τοῦ ψεύδους εἰς τὸν ἀληθῆ λόγον μεταστήσῃ.